De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
γυναῖκα πλήττεσθαι τὴν ἐν γαστρὶ ἔχουσαν, πρὸς τῶν εἰωθότων λογομαχεῖν, φέρε δὴ, φέρε διασκεπτώμεθα· τὸ γάρ τοι λίαν ἰσχνομυθεῖν ἔν γε δὴ τούτοις, οὐκ ἀτερπές. Οὐκοῦν καρπὸς ἂν εἴη καὶ κύημα νοῦ, πίστις ἡ εἰς Χριστὸν, δι' ἐντελοῦς ἡμᾶς γνώσεως ἀναπλάττουσα πρὸς αὐτὸν, καὶ εἰς θεῖον διαμορφοῦσα τύπον· καὶ γοῦν οἱ πεπιστευκότες διὰ φωνῆς Ἡσαΐου, τοῦτο, οἶμαί που, κατασημαίνοντες, εὖ μάλα κατακεκράγασι· «∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν, πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Οὐκοῦν καρπὸς ἂν εἴη καὶ κύημα νοῦ τὸ πνευματικὸν καὶ σωτήριον, πίστις ἡ εἰς Χριστὸν, ἣ καὶ τοὺς θείους ἡμῖν χαρακτῆρας ἐνσημαίνεται. Τοῖς γοῦν ἐκ τελεωτέρας γνώσεως μετεῤῥυηκόσιν ἀμαθῶς εἰς τὴν μείω τε καὶ ἀτελεστέραν, Γαλάται δὲ οὗτοι, προσεφώνει λέγων ὁ θεσπέσιος Παῦλος· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἐναρξάμενοι γὰρ πνεύματι, τὴν 68.548 κατὰ σάρκα τελείωσιν ἐπετήδευον, εἰς τὴν τοῦ νόμου λατρείαν μετενηνεγμένοι· ταύτῃτοι καὶ ἀτελεσφόρητον ἐν ἑαυτοῖς τὴν τοῦ Χριστοῦ μόρφωσιν ἀπετέλουν, οἱονεί πως ἀπαμβλίσκοντες τὸ ἔν γε σφίσιν αὐτοῖς ὡς ἐν νηδύϊ κείμενον ἀγαθόν. Οὐκοῦν τὸ ἐν γνώσει τέλειον καὶ τὸ ἀκραιφνὲς εἰς πίστιν, τοῦ Σωτῆρος τὴν μόρφωσιν ταῖς ἁπάντων ἡμῶν εἰσοικιεῖται ψυχαῖς, καὶ τοῦτο ἐν ἡμῖν ὡς θεία τις ἔσται σπορά. Ὅταν τοίνυν ὡς ἀπό γε τῆς τινων λογομαχίας σκανδαλίζοιντό τινες· εἶτα ἡ τοῦτο παθοῦσα ψυχὴ, τὴν ὡς ἐν ὠδίσι κειμένην, καὶ εἰς νοῦν ἔσω τεθησαυρισμένην, ἀπαμβλίσκοι πίστιν τε καὶ γνῶσιν, εἰ μὲν εἴη, φησὶ, μὴ ἐξεικονισμένη, τουτέστιν, εἰ ἀτελὴς ἔτι καὶ ἀκαλλεστέρα, ζημίαν ὑπομενεῖ πάντη τε καὶ πάντως ὁ τοῦ σκανδάλου παραίτιος, ἣν ἂν ἐπιβάλῃ, φησὶν, ὁ ταύτης νυμφίος, τουτέστι, Χριστός· καὶ δώσει μετὰ ἀξιώματος, τουτέστι, καὶ ὁμολογείτω χάριν, μὴ τὴν εἰς ὄλεθρον παντελῆ ποινὴν ὑποστάς. Εἰ δὲ εἴη, φησὶν, ἐξεικονισμένον τὸ τῆς ψυχῆς κύημα νοητὸν, τουτέστιν, εἰ γνῶσις εἴη καὶ πίστις τοῦ Χριστοῦ φοροῦσα μόρφωσιν, τοῖς περὶ τῶν ἐσχάτων ὑποκείσεται λόγοις, ὡς ἤδη καὶ φονευτή. Ψυχῆς γὰρ θάνατος, ἡ τῆς ἀμωμήτου πίστεως ἀπόθεσις, καὶ τῆς ἀρτίως ἐχούσης γνώσεως ἡ ζημία. Τοιγάρτοι τὸ χρῆναι μεταλαχεῖν ἀνοσίων εἰσηγημάτων, καὶ ὧν ἂν ποιοῖτο λόγων, ἀνὴρ, γεγονὼς κατάβρωμα διαβολικὸν, καὶ τῆς τῶν δαιμονίων ἀγέλης οἱονεί πως τροφὴ, μολυσμὸν εἶναί φησι· καὶ ἀποφάσκει πάλιν, ὡς ἐν αἰνίγματι λέγων, «Καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε· τῷ κυνὶ ἀποῤῥίψατε αὐτό.» Κύνα μὲν γὰρ, τὸν ἀναιδῆ καὶ ἀκάθαρτον ἄνθρωπον ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῇ. Πρέπον δ' ἂν εἴη τῷ τοιῷδε τυχὸν, ἅπας τις οὖν, οἶμαι, λόγος βδελυρὸς καὶ δυσώδης, καὶ ἐξ αὐτοῦ συγκείμενος τοῦ Βεελζεβοὺλ, ὡς θηρὸς ἀγρίου κατεδηδοκότος τὴν ὑποπεσοῦσαν αὐτῷ καὶ ὑπηρετοῦσαν εἰς τοῦτο ψυχήν· «Λέγει γὰρ οὐδεὶς, Ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Βεελζεβούλ.» Ἁγίοις γε μὴν τὸ ἐν μεθέξει γενέσθαι τῶν οὕτως αἰσχρῶν ἢ κεκιβδηλευμένων ἐννοιῶν τε καὶ λόγων, ἀνάρμοστον κομιδῇ. «Κοινωνία γὰρ οὐδεμία φωτὶ πρὸς σκότος.» {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἐγρηγορέναι δὲ ὅτι προσήκει τοὺς καθηγεῖσθαι λαχόντας, καὶ ἡγουμένους ποιμνίων, κατεχρησμῴδησε πάλιν. Τίς δ' ἂν γένοιτο τῆς πρὸς ἡμῶν ἐπιεικείας εἰς τοῦτο τρόπος, ὑπεμφαίνει, λέγων ἐν τῷ Λευϊτικῷ· «Τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον.» Πώεσι μὲν γὰρ αἰγῶν καὶ προβάτων, ἤγουν ἀμπελῶνι παρεικαστέον εὖ μάλα τὴν ὑπὸ χεῖρα πληθύν. Ἤκουε μὲν γὰρ ὁ θεσπέσιος Πέτρος· «Σίμων Ἰωνᾶ, φιλεῖς με; βόσκε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου.» Περὶ δέ γε τῶν ἐξ Ἰσραὴλ, ὁ προφήτης ἔφασκεν Ἡσαΐας· «Ὁ γὰρ ἀμπε-λὼν Κυρίου Σαβαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ 68.549 ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.» Ποιμένος δὴ οὖν ἀρετὴ, τὸ μὴ ἐπαφιέναι προβάτοις ἑτεροειδές τι ζῶον, ὡς ταῖς ὀθνείου τυχὸν ὀχείαις ὑποπεσεῖν, ἵνα μὴ ἑτεροφυὲς τέκῃ, καὶ τῆς ἐνούσης αὐτῷ φυσικῆς εὐγενείας ἐκνενευκός· ἀμπελώνων δὲ ὁ μελεδωνὸς, εἴπερ εἴη νουνεχὴς, καὶ γηπονεῖν ἄριστα μεμελετηκὼς, οὐκ ἂν ἀνάσχοιτό ποτε τὰ ξηρὰ τῶν σπερμάτων ὑπ'