De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ, καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γέννημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.» Ὁ μὲν γὰρ ἀγροῖς ἑτέρων τὸ ἴδιον κτῆνος ἐπαφιεὶς, ὀνίνησι μὲν τὰ καθ' ἑαυτὸν, καὶ ζητεῖ πως τὰ ἑαυτοῦ, πλὴν οὐκ ἐξ ὧν ὁ γείτων εὐφραίνεται, οὐδὲ ἐφ' οἷς ἂν ἥδοιτό τις τῶν πέλας, ἀλλ' ἐξ ὧν ἂν λυπεῖσθαί τε καὶ ἀδικεῖσθαι συμβαίνοι. Ζητητέον οὖν ἄρα τὸ ἡμᾶς ὠφελοῦν, τουτέστι, τὸ ἑαυτῶν, οὐ διὰ τῆς εἰς ἑτέρους πλεονεξίας, ἀλλὰ δι' ὧν ἂν γένοιτο πρὸς τοῦτο ἰέναι, πλημμελοῦντας οὐδὲν, καὶ τῆς τοῦ γείτονος εὐθυμίας ἑστώσης ὀρθῶς. Τοῦτο γὰρ ἂν εἴη σαφῶς, τὸ ζητεῖν καὶ τὰ ἑτέρων. Ἢ ἴστω τις, φησὶν, εἰ ἀφυλάκτως ἕλοιτο καταλυπεῖν ἀδελφοὺς, καὶ ἀπρονοήτως ἔχοι τοῦ πέλας, εἰς μόνον τάχα που τὸ ἴδιον βλέπων, τὴν ἴσην ὑπομενεῖν ζημίαν, καὶ τὸν τῆς δοκούσης ὠφελείας τρόπον, τῶν ὅτι μάλιστα φιλαιτάτων αὐτῷ προξενήσων τὴν ἀπώλειαν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ, «Ἀποτίσει τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ, καὶ τοῦ ἀμπελῶνος αὐτοῦ.» Ἁρμόζει δ' ἂν, ὥς γέ μοι φαίνεται, τῶν προκειμένων ἡ δύναμις καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, ὧν οἱ βδελυροὶ καὶ ἀνούστατοι μαθηταὶ, κτηνῶν ἀλόγων δίκην, λήϊά τε καὶ ἀμπελῶνας κατανέμονται τοὺς δεσποτικοὺς, εἰς κρίμα καὶ κόλασιν τῶν τῆς αἱρέσεως εὑρετῶν· συμβήσεται γὰρ ἐκείνοις ἡ τῶν καλλίστῳν ζημία, τουτέστιν, ὁ περὶ αὐτὴν ὄλεθρος τὴν ψυχήν· ἀμπελῶνος γὰρ, ἤγουν ληΐου τυχὸν, καὶ ἀνὰ μέρος ἑκάστου τῶν καθ' ἡμᾶς νοουμένων τὸ ἐν αὐτῷ βέλτιστον ἡ ψυχή. {ΠΑΛΛ.} Καρπὸν οὖν ἄρα τῆς ἀγάπης εἶναί φαμεν τὸ χρῆναι ζητεῖν τὰ ἑτέρων, καὶ οὐχὶ δὴ μόνον τὰ ἑαυτῶν. {ΚΥΡ.} Πάνυ μὲν οὖν, ὦ Παλλάδιε, καὶ τὸ μὲν χρῆναι πληροῦν τὴν εἰς ἀδελφοὺς ἀγάπησιν, ὡς ἥδιστον τῷ Θεῷ, καταφορτίζεσθαι δὲ τὴν ἀγάπην τῷ περιττῷ καὶ πλείονι τῆς πρὸς ἡμῶν καταχρήσεως, οἰκονομικῶς οὐκ ἐᾷ· κατασίνεται γὰρ εὐκόλως καὶ τὸν εὖ βεβηκότα νοῦν, κἂν εἰ ἐν καλῷ γένοιτο τυχὸν τῆς ἐφ' ὅτῳ οὖν ἀρετῆς, τὸ μὴ μετρίως αὐτῷ, δυσαντήτῳ δὲ μᾶλλον ἐπιθρῶσκον ὁρμῇ. {ΠΑΛΛ.} Ὅσον δὴ τί φής; οὐ γάρ τοι συνίημι σαφῶς. {ΚΥΡ.} Ἢ οὐκ ἀρετὴν εἶναι φὴς, τὸ πρᾶόν τε καὶ ἀνεξίκακον; {ΠΑΛΛ.} Πῶς γὰρ οὕ; 68.557 {ΚΥΡ.} Ἀλλ' εἴπερ τις τυχὸν τῷ πραότητά τε καὶ ἀνεξικακίαν ἐπιτηδεύοντι, λύπας τε καὶ ὕβρεις ἐπισωρεύσειε, καὶ τὰ δι' ὧν οἱ θυμοὶ, μετρίως μὲν εἰ γένοιτο, διακαρτερήσειεν ἂν ἔσθ' ὅτε καὶ οἴσει γεννικῶς, γύμνασμά τε πραότητος καὶ ἀοργησίας τὸ χρῆμα ποιήσεται. Εἰ δὲ δή τις ἴοι τοῦ μετρίου πέρα, καὶ τῶν ἀνεξικακίας ὅρων ἐπέκεινα τρέχοι, τὸ ἀπεικὸς οὐδὲν, καταβιασθεῖσαν ὥσπερ τὴν ἀρετὴν καὶ ἀτονῆσαι βραχύ. {ΠΑΛΛ.} Εὖ λέγεις· μεθύει γάρ πως ἐν ἀνθρώποις τὸ ἀγαθὸν, καὶ οὐδενὸς κατασείοντος, ἕστηκε μόλις. {ΚΥΡ.} Ἴθι δὴ οὖν, εἰ δοκεῖ, καὶ ἐπ' αὐτὴν τὴν ἀγάπησιν. Ἀρετὴ γὰρ ἡ προὔχουσα, καὶ τῶν ἄλλων ἐστὶν ἡ προφερεστέρα. Τῆς γε μὴν ἄγαν καταχρήσεως οὐκ ἀνέχεται. Ὃ δὴ πάλιν καθάπερ ἐν εἴδει παραβολῆς καὶ σαφοῦς παραδείγματος, ὁ νόμος ἡμῖν ὑφηγεῖται λέγων· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξῃς ἐν ταῖς χερσί σου στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου· ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου, καὶ φάγῃς σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς.» Τὸ μὲν γὰρ ὀλίγους χερσὶ συναγεῖραι στάχυας, ἤγουν ἀποκεῖραι βότρυν εἰς ἐπιθυμίαν ἢ τροφὴν, οὐδὲν ἂν ἔχοι τὸ βλάβος. Οἴσει γὰρ, οἶμαι, σὺν θυμηδείᾳ· ταυτὶ τῆς ἀγάπης ὁ νόμος, καὶ οὐκ ἐπέκεινα τοῦ μέτρου τὸ χρῆμα φαίνεται. Τὸ δὲ καὶ ἀμῶντα σίδηρον τοῖς τοῦ πέλας ὑπενεγκεῖν, ὑπερνήχεταί πως καὶ ὑπερθρώσκει λοιπὸν τὸ φιλάλληλον, καὶ εἰς ὅρους ἤδη τοὺς τῆς πλεονεξίας οἴχεται. Οὐκοῦν ὑπόδειγμα τοῦτο σαφὲς τοῦ μὴ κατακεχρῆσθαι δεῖν ταῖς τῶν ἀδελφῶν ἀγαπήσεσίν ἐστι, τιμᾷν δὲ ταῖς αὐταρκείαις καὶ τὸ φιλάλληλον. Οὐκ ἄκομψον δὲ καθάπερ ἐγῷμαι, τὸν ἐπὶ τῷδε πάλιν εἰς ἡμᾶς καὶ ἑτέροις τισὶν ἐφαρμόσαι λόγον, οἳ τὰς ἐν ταῖς Ἐκκλησίαις τῶν διδασκόντων φωνὰς, αἵπερ ἂν ἐκ