De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τοῦ παραχρῆμα καὶ προχείρου γένοιντο, καθάπερ τινὰ τροφὴν δρεπόμενοι νοητὴν, οὐ μέχρι τούτου μένειν ἀνέχονται, πέρα δὲ ὥσπερ ἰόντες τοῦ μέτρου, καὶ οἷά περ εἰς ἄγγος ἐμβάλλοντες, καὶ δέλτοις ἐναποτίθενται, χρηστομαθεῖς μὲν ὄντες λίαν, ἀδικοῦντες δέ πως εἰς ὑπόληψιν ἀδελφοὺς, ὅτι τὸ ἐσχεδιασμένον εὐθὺς, ὥσπερ τι τῶν ἄγαν κατεσκευασμένων, ἐναποτίθενται γραφῇ, Ἀλλ' ὅ γε νόμος, ὦ βέλτιστοι, φαίην ἂν αὐτοῖς, τὸ μηδὲν εἰς ἄγγος ἐμβάλλειν προστέταχεν ἐναργῶς. {ΠΑΛΛ.} Σφαλερὸν οὖν ἄρα τὸ ἀναμοχλεύειν ὥσπερ ψυχῆς ἀρετὴν, καὶ τὸν εὖ βεβηκότα νοῦν μονονουχὶ κατασείειν ἀποτολμᾷν τῷ τῆς καταχρήσεως περιττῷ. {ΚΥΡ.} Ἀτρεκὴς ὁ λόγος. Χρῆναι γὰρ δεῖν δεδικαίωκεν ἐναργῶς ὁ τῶν ὅλων Θεὸς, οὐκ ἐπιβουλεύειν ἡμᾶς ἀρετῇ, μετέχειν δὲ μᾶλλον, εἰ τύχοι, τῶν ἐξ ἀρετῆς ἀγαθῶν. Καὶ ἀμυδρὸν ἐπὶ τούτῳ ποιεῖται τὸ αἴνιγμα, καὶ ἐν μικροῖς κομιδῆ τὰ ἀσυγκρίτως ὑπερκείμενα ζωγραφεῖ. Γέγραπται γὰρ ἐν τῷ 68.560 ∆ευτερονομίῳ· «Ἐὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ, ἢ ἐπὶ παντὶ δένδρῳ, ἢ ἐπὶ τῆς γῆς, νεοσσοῖς, ἢ ὠοῖς, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ, ἵνα εὖ σοι γένηται, καὶ πολυήμερος ἔσῃ.» {ΠΑΛΛ.} Καὶ τί δὴ τοῦτό ἐστιν; οὐ γάρ μοι σαφὲς τὸ αἴνιγμα. {ΚΥΡ.} Ἢ οὐκ ἐναργῶς ἐπαΐεις; ὡς εἴπερ τις ἕλοι νεοττεύουσαν ἔτι τὴν ὄρνιν, ἤγουν ἐπωάζουσαν, ποιείσθω μὲν ὄνησίν τε καὶ εὕρημα τὰ ἐξ αὐτῆς· ἀποπεμπέτω γε μὴν, οὐδὲν ἐποίησε βλάβος. {ΠΑΛΛ.} Ναί· ὁ γάρ τοι τοῦ Γράμματος οὗτος ἂν εἴη σκοπός. {ΚΥΡ.} Οὐκοῦν ἄθρει τὸ κεκρυμμένον, καὶ οἱονεὶ διαπτύξας τὴν σκιὰν, κατασκέπτου νοητῶς τὴν ἀλήθειαν. Ἑκάστη μὲν γὰρ ἀρετὴ, μήτηρ οἷά τίς ἐστι τῶν ἐξ αὐτῆς ἀγαθῶν καὶ γένεσις, οἷον εἴ τις λέγοι τὴν χρηστότητα, τὴν φιλοπτωχείαν, τὴν πραότητα, τὴν μακροθυμίαν. Χρηστεύεται γάρ τις οὐχ ἑαυτῷ μᾶλλον ἢ ἑτέροις· μετάσχοιεν δ' αὖ τῆς φιλοπτωχείας, οἱ ταύτης δεδεημένοι, καὶ πραότητος ὁμοίως καὶ μακροθυμίας. Οὐκοῦν ἀρετὴ μὲν ἑκάστη μήτηρ ἂν νοοῖτο, καὶ οἱονεί τις ἀρχὴ τῶν ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ἀγαθῶν. Νοσσιαὶ δὲ ὥσπερ ἀρετῶν, αἱ ταύτας ὠδίνουσαι, καὶ ἐν σφίσιν αὐταῖς ἑλοῦσαι ψυχαί. Χρῆναι δὴ οὖν ἄρα φησὶν ὁ νόμος, τοὺς ἀνδράσι περιτυγχάνοντας, ἐν οἷς ἂν εἶεν ἀρεταὶ καθάπερ εἰς νοσσιὰν συγκεκομισμέναι, ποιεῖσθαι μὲν κέρδη τὰ ἐξ αὐτῶν, μὴ μὴν ἔτι κατασίνεσθαι φιλεῖν ἀρετὴν, τὴν τῶν ἀρίστων κατορθωμάτων μητέρα· ἀδικεῖται δὲ ἀρετὴ, κατασειομένη πρός τινος, κατά γε τοὺς ἤδη προειρημένους τρόπους. {ΠΑΛΛ.} Ὡς βαθὺ τὸ αἴνιγμα! {ΚΥΡ.} Ναί· λέγεις ὀρθῶς. Ἀλλ', ἵνα τι φῶμεν ταῖς τοῦ μακαρίου Παύλου συμβαῖνον φωναῖς, «Μὴ τῶν στρουθίων μέλει τῷ Θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει;» τύπους γὰρ ἡμῖν πραγμάτων, οὐκ αὐτὰ σαφῶς ἐξηγεῖται τὰ πράγματα, τῆς διὰ Μωσέως ἐντολῆς ὁ λόγος· ἴδοις δ' ἂν, ὅπως ἡμᾶς καὶ εἰς τρόπους ἤδη τῆς ἀνωτάτω φιλαλληλίας ἀνακομίζει κατὰ βραχύ. Πειρᾶται γὰρ ἀναπείθειν, καὶ αὐτοὺς ἀγαπᾷν τοὺς προσκεκρουκότας, καὶ λύπης ἀμείνους ὁρᾶσθαι τῆς εἰς ἐχθροὺς, μὴ ὑπὸ τοῦ κακοῦ νικωμένους, νικῶντας δὲ μᾶλλον ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἔφη γὰρ πάλιν ἐν μὲν τῇ Ἐξόδῳ· «Ἐὰν δὲ συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ, πλανωμένοις ἐν τῇ ὁδῷ, ἀποστρέψας ἀποδώσεις αὐτῷ· ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνεγερεῖς αὐτὸ μετ' αὐτοῦ.» Ἐν δὲ τῷ ∆ευτερονομίῳ· «Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ, πλανώμενα ἐν τῇ ὁδῷ, ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου· ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ 68.561 ἀδελφός σου πρὸς σὲ, μηδὲ ἐπιστήσῃ αὐτὸν, συνάξεις αὐτὰ ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτὰ αὐτῷ· οὕτως ποιήσεις τὸν ὄνον αὐτοῦ, καὶ οὕτως ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτως ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἐὰν ἀπόληται παρ' αὐτοῦ, καὶ εὕρῃς, οὐ δυνήσῃ ὑπεριδεῖν αὐτά· οὐχ ὑπερόψει τὸν ὄνον τοῦ ἀδελφοῦ σου, ἢ τὸν μόσχον αὐτοῦ