De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ ἀδελφοῖς τὸ τῶν ἐν πλάτει περιουσίας, δεξιὸν καὶ φιλότιμον· «Παντὶ γὰρ τῷ αἰτοῦντί σε δίδου, φησὶν ὁ Χριστὸς, καὶ ἀπὸ τοῦ 68.568 αἴροντος τὰ σὰ, μὴ ἀπαίτει.» Ἐπειδὴ δὲ οὐκ ἄγαν εὐσθενὴς τῶν ἐν ἀρχαῖς ἐπὶ δικαιοσύνῃ ὁ νοῦς, εἴς γε τὸ περαίνειν ἀμωμήτως δύνασθαι τὸ ἀγαθὸν, κατὰ βραχὺ πρόεισιν ἐπ' αὐτὸ παιδαγωγῶν ὁ νόμος, καὶ τὸν τῆς δικαιοσύνης τρόπον ἐπιμετρεῖται· ὡς εἰς ἀδελφοὺς καὶ γείτονας, τῆς εὐσπλαγχνίας τὸ ἀκριβὲς, καὶ τὸ εἰς ὀθνείους ἄφθονον, καὶ τὸ εἰς ἅπαντας κοινωνικὸν, παιδαγωγίᾳ τηρῶν τῇ τελεωτέρᾳ, μέχρι γὰρ καιροῦ διορθώσεως αἱ σκιαί· καιρὸς δὲ ἦν οὗτος ὁ τῆς Χριστοῦ παρουσίας. {ΠΑΛΛ.} Ἀστειότατα ἔφης. {ΚΥΡ.} Προσεπιτάξας δὴ οὖν τὸ χρῆναι διακιχρᾷν, καὶ πλεονασμοὺς ἀποτεμὼν, καὶ τοῖς τοῦτο δρᾷν ἑλομένοις εὐλογίαν ὑπισχνούμενος, ἑπτὰ τοῖς ὀφλήμασιν ἐπελιττομένων ἐνιαυτῶν, ἀνεῖναι προστάττει, τὸν τῆς ἁπάντων ἀφέσεως τιμῶντας καιρὸν, τουτέστι, τῆς τοῦ Χριστοῦ παρουσίας, καθ' ὃν οἱ πάντες δεδικαιώμεθα τῇ πίστει, τῶν ἀρχαίων πλημμελημάτων τὴν ἀμνηστίαν ἀποκερδαίοντες, προσηλώσαντος αὐτοῦ τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ οὓς ὠφλήσαμεν λόγους τῷ κριτῇ, πεποιηκότος ἐκ μέσου. Λέγει δὲ οὕτω πάλιν ἐν τῷ ∆ευτερονομίῳ· «∆ι' ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· Ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις Κυρίῳ τῷ Θεῷ σου. Τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ' αὐτῷ. Τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου, ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεὴς, ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν.» Καὶ μεθ' ἕτερα πάλιν· «Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου, ἐν μιᾷ τῶν πόλεών σου, ἐν τῇ γῇ ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις τὴν καρδίαν σου, οὐδὲ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου, τοῦ ἐπιδεομένου. Ἀνοίγων ἀνοίξεις τὴν χεῖρά σου αὐτῷ, δάνειον δανιεῖς αὐτῷ ὅσον ἂν ἐπιδέηται, καὶ καθ' ὅσον ὑστερεῖται. Πρόσεχε σεαυτῷ μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων· Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη· διδοὺς δώσεις αὐτῷ, καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἂν ἐπιδέηταί σου, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου, διδόντος σοῦ αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.» Οὐ λυπηθήσῃ, φησὶ, τῇ καρδίᾳ διδόντος σοῦ αὐτῷ· «Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεὸς,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. {ΠΑΛΛ.} Εἶτα πῶς τὸ ἔτος τὸ ἕβδομον τοῦτο τὴν τοῦ Σωτῆρος ἡμῶν καταδηλοῖ παρουσίαν, καθ' ἣν ὁ τῆς ἀπάντων ἀφέσεως ἀνεδείχθη καιρὸς, ἤτοι τετελείωται τρόπος; 68.569 {ΚΥΡ.} Ἢ οὐ μεμνήσῃ διειρηκότων ἡμῶν καὶ ἐν τοῖς ἤδη παρῳχηκόσιν, ὅτι σύνηθες τῇ θείᾳ Γραφῇ, τοῦ παρόντος καὶ ἐνεστηκότος αἰῶνος τὸ σύμπαν διάστημα παρομοιοῦν ἑβδομάδι, διὰ τὴν εἰς τὸ ἀπαρχῆς τῶν ἡμερῶν ἀνακύκλωσιν; πέρας γὰρ ἑβδομάδος, τὸ Σάββατον, καὶ γείτων εὐθὺς ἡ ὀγδόη, νέαν ἡμῖν ὥσπερ αἰῶνος ἀρχὴν εἰσκομίσουσα, διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. {ΠΑΛΛ.} Μεμνήσομαι. {ΚΥΡ.} Ἐπιδεδήμηκε τοίνυν κατὰ τὰς Γραφὰς, ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος, καὶ οἱονεί πως ἐν Σαββάτῳ Χριστὸς, ὅτε καὶ ἀνῆκεν ἅπαντας, σειραῖς τῶν οἰκείων ἁμαρτιῶν κατεσφιγμένους, καὶ ἐπωφληκότας αὐτῷ τοὺς τῆς παραβάσεως λόγους. Τοιγάρτοι καὶ ἐν τοῖς Εὐαγγελίοις, ὀφειλέταις ἡμᾶς παρεικάζει λέγων· «∆ύο χρεωφειλέται ἦσαν ἀνθρώπῳ ἑνί· ὁ εἷς ὤφειλεν αὐτῷ δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο.» Καὶ πρὸς τούτοις ἔτι τὸν τῆς προσευχῆς ἡμῖν διαπλάττων τύπον, «Οὕτως οὖν ὑμεῖς προσεύχεσθε, φησί· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν