De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἡμῖν· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Καὶ τόν γε τοῦ θυμιᾷν ἐναργῆ καθίστη καιρὸν, ἅπαντα δὲ δεῖν ἐν τάξει τε καὶ εὐκοσμίᾳ πράττεσθαι νομοθετῶν, καὶ δι' ὧν ἂν ἡμῖν ἡ τῶν εἰς τὸ εἴσω θεωρημάτων εὖ ἔχοι δύναμις. «Τὸ πρωῒ» γὰρ, φησὶ, «καὶ τὸ ὀψὲ τῶν λύχνων ἐξαπτομένων καὶ ἐπισκιαζομένων,» τοῦ μὲν ὀψὲ καὶ πρωῒ, τὸ ἀδιάλειπτόν τε καὶ διηνεκὲς ἐμφαίνοντος, τοῦ δὲ ὑπὸ λύχνοις χρῆναι θυμιᾷν, ἐκεῖνό που τάχα παραδηλοῦντος εὖ μάλα, ὅτι φωτὶ τῷ θείῳ καταλαμπόμενοι, τότε δὴ, τότε τῆς εὐωδίας Χριστοῦ πλουσίως ἀναπιμπλάμεθα, ἴμεν τε οὕτω πρὸς αἴσθησιν τῶν ἔσω σκηνῆς ἀγαθῶν, ἤτοι τῆς τῶν θείων χαρισμάτων διανομῆς, ἣν τοῖς ἀξίοις ὀρέγει Χριστός· Ὥστε εἴ τις οὔπω γέγονεν ἐν φωτὶ διὰ πίστεως, ἔστι που πάντως καὶ τῆς νοητῆς εὐωδίας ἀμέτοχος, ἔτι τὸ Χριστοῦ μὴ εἰδὼς μυστήριον. 68.624 «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε, φησί. Προσβολὴ γὰρ ἡ πίστις, εἰς σύνεσιν ἀποφέρουσα, καὶ οἱονεὶ πρὸς παραδοχὴν τοῦ θείου φωτὸς ἁπλοῦσα τὸν νοῦν. Ἐνδελεχισμοῦ δὲ ὀνομάζει τὸ θυμίαμα. Καιρὸς γὰρ οὐδεὶς, καθ' ὃν οὐκ εὐωδιάζει Χριστὸς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν τῇ Ἐκκλη-σίᾳ. Ἀποφάσκει δὲ παντελῶς, τὸ δεῖν ἐπ' αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ θυσιαστηρίου τοῦ Χριστοῦ, σπονδὴν κατακεῖσθαι, καὶ ἀναφέ[ρε]σθαι κάρπωμα. Κατήργηται γὰρ ἐν Χριστῷ τὰ ἐν νόμῳ, καὶ εἰς τέλος ἕρπουσιν αἱ σκιαί. Τοῦτο, οἶμαι, ἔστι σπονδὴ καὶ κάρπωμα. Καὶ μαρτυρεῖ λέγων ὁ προφήτης· «Ἐξῆρται ἐξ οἴκου Κυρίου θυσία καὶ σπονδή.» Ἀναδεδειγμένης γὰρ ἤδη τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας, περιτταί πως αἱ σκιαὶ, καὶ τὸ ἐν τύποις εἰκαῖον καὶ ἀνόνητον παντελῶς· καινὴ γὰρ κτίσις ἐν Χριστῷ. Τῆς γὰρ χάριτος ἐκπεπτώκασιν οἱ ἐν νόμω δικαιούμενοι μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν. «Οὐκ ἀνοίσεις δὲ,» φησὶν, «ἐπὶ τὸ θυσιαστήριον θυμίαμα ἕτερον.» Παραδεξόμεθα γὰρ ἐν Χριστῷ ἕτερον παντελῶς οὐδένα. Ῥαββὶ δὲ τῶν ὄντων ἐροῦμεν οὐδενί. Εἷς γὰρ ἡμῶν διδάσκαλος καὶ καθηγητὴς, καὶ αὐτῷ δὴ μόνῳ προσκεισόμεθα, λέγοντες, «Μῦρον ἐκκενωθὲν ὄνομά σου. ∆ιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Εἵλκυσάν με, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦσαι.» Ἢ οὐχὶ τοῦτό ἐστι τὸ, «Οὐκ ἀνοίσεις ἐπ' αὐτὸ θυμίαμα ἕτερον;» Μόνου γὰρ Χριστοῦ τὸ εὐῶδες ἐν Ἐκκλησίᾳ τοῖς γε ἀληθῶς ἐχέφροσιν ἐξαρκοίη ἂν, ἑτέρας ὀσμῆς οὐκ ἐφιεμένοις· καθάπερ ἀμέλει καὶ οἱ τάλανες Ἰουδαῖοι. Τὸ μὲν γὰρ θυμίαμα τὸ σύνθετον καὶ λεπτὸν, τουτέστι, Χριστὸν, ταῖς ἀπονοίαις περιυβρίζουσιν. Καὶ ἀμέτοχοι μὲν τῆς ἱερᾶς ταύτης ἢ καὶ θείας ἀληθῶς μεμενήκασιν εὐωδίας· ἕτερον δὲ ἀντ' αὐτοῦ παραδέξονται, τὸν τῆς ἀνομίας υἱὸν, «τὸν ἀντικείμενον καὶ ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον, καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἐστὶ Θεὸς,» ὃς καὶ τὴν θείαν σκηνὴν καταμιαίνει, καπνὸς ὢν ἀλλότριος, καὶ ἵν' οὕτως εἴπω, κακοσμία διαβολική· «Ἔσται γὰρ αὐτοῦ,» φησὶν, «ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ.» {ΠΑΛΛ.} Συνίημι ὃ φής. Καὶ γάρ ἐστιν ἐναργὴς ὁ λόγος. {ΚΥΡ.} Ἐξιλάσασθαί γε μὴν ἐπὶ τοῦ θυσιαστηρίου τοῦ θυμιάματος, προστάττει τῷ Ἀαρὼν ἅπαξ τοῦ ἐνιαυτοῦ καταχρίοντι τῷ αἵματι τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν, τὰς τῶν κεράτων ἀρχάς. «Ἅγιον γὰρ,» φησὶ, «τῶν ἁγίων ἐστί.» Καὶ τοῦτό σοι σαφὲς καταστήσει, λέγων, ὁ θεσπέσιος Παῦλος· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελεωτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως· οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑ 68.625 ράμενος.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν, «Ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» Εἰσῄει τοίνυν ὁ θεσπέσιος Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων, ἅπαξ τοῦ ἐνιαυτοῦ, δι' αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν. Καὶ ὅρα Χριστὸν ἐν τουτοισὶ πάλιν,