De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
Ἀαρὼν, καὶ μὴν καὶ οἱ σὺν αὐτῷ λειτουργεῖν ἐπιτεταγμένοι, προσαπονίζονται χεῖράς τε καὶ πόδας ὕδατι, πόνων δὲ οὕτως ἅπτονται τῶν ἱερῶν, καὶ μὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχουσι, δειμάτων ἐλεύθεροι, σαφῶς τε καὶ ἐναργῶς καταδηλοῦντος, οἶμαί που, καὶ τοῦτο τοῦ νόμου, μόνον δὲ οὐχὶ καὶ αὐτοῦ διακεκραγότος τοῦ πράγματος, ὡς ἀνίερος παρὰ Θεῷ, καὶ ὁ δοκῶν εἶναί τις κατὰ νόμον ἱερὸς, εἰ μὴ ἀπολούσαιτο τῷ ὕδατι, καὶ ὅτι τῆς ἐν νόμῳ λατρείας ἡ δύναμις οὐκ ἀπόχρη πρὸς κάθαρσιν. Προαπενίζοντο γοῦν, καίτοι κατὰ νόμον ἡγιασμένοι, καθαίρεται δὲ, οὔτι που τὸ καθαρὸν, ἀλλὰ τὸ ῥυποῦν καὶ ἀκάθαρτον. Τοιουτονὶ δὲ καὶ αὐτὸς εἴρηκεν ὁ Χριστὸς, «Ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἔστι γὰρ καθαρός.» Γράφει δὲ καὶ σοφώτατος Παῦλος, ὡς ἔστιν ἀδύνατον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Ἀτελὴς οὖν ὁ νόμος εἰς ἁγιασμὸν, εἰ μὴ προσγένοιτο τοῖς δεδιψηκόσι τὴν πρὸς Θεὸν οἰκειότητα τὸ σωτήριον βάπτισμα. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης, καίτοι τοῖς ἄγαν αὐχήμασιν εὖ μάλα κατεστεμμένος, καὶ ἀρετῆς εἰς τοῦτο διέρπειν εἰδὼς, ὡς εἰς λῆξιν ἤδη γενέσθαι τὴν ἀνωτάτω, βαπτίζεσθαι παρεκάλει τῷ Σωτῆρι λέγων· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Χεῖρες δὲ καὶ πόδες ἀπονιπτόμενοι, ἔργου καὶ πορείας τῆς οἱονεὶ πρὸς ἕκαστα τῶν πρακτέων, 68.629 τὸ καθαρὸν καὶ ἀκίβδηλον ὑποσημαίνουσιν. Τουτὶ δὲ ἡμῖν ἐξησκηκόσιν, ἐφεῖται μὲν εἰσελθεῖν εἰς τὴν ἐσωτέραν σκηνὴν, προσκομίζειν δὲ τῷ Θεῷ θυσίας πνευματικὰς, καὶ ὡς ἐν τάξει θυμιαμάτων τῆς εὐαγγελικῆς πολιτείας καθιεροῦν οἱονείπως τὴν εὐοσμίαν. Παρεγγυᾷ δὲ χρησίμως ἀπονίζεσθαι δεῖν τοὺς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελαύνειν ἐθέλοντας, καὶ τῶν ἱερῶν ἔργων ἐπιμελητὰς, ἵνα μὴ ἀποθάνωσιν. Χρῆμα γὰρ ἐπισφαλὲς καὶ ἐπιζήμιον ἀληθῶς, τὸ ἐγγίζειν Θεῷ μὴ κεκαθαρμένους. Τοιγάρτοι καὶ σοφὸς ἡμῖν ἐπισκήπτει Παῦλος, εἰ τῆς μυστικῆς εὐλογίας μεταλαχεῖν ἐθέλοιμεν, ἑαυτοὺς δοκιμάζειν, προσιέναι τε οὕτω λοιπόν. Πρᾶγμα δὲ ὅτι καὶ κινδύνου μεστὸν τὸ ἀτημελὲς ἐν τούτοις, ἐκκαλύπτει λέγων· «∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» {ΠΑΛΛ.} Ἄραρεν οὖν ὅτι τὴν διὰ τοῦ ἁγίου βαπτίσματος ὁ ἱερὸς ἡμῖν λουτὴρ προκατεδείκνυε χάριν. {ΚΥΡ.} Ὧδε ἔχει· μὴ γὰρ ἐνδοιάσῃς ὅλως. Καὶ τόν γε τῆς τούτου κατασκευῆς περιαθρήσας τρόπον, κατατεθηπὼς ἂν, οἶμαι, καὶ ἔτι μειζόνως ἔσῃ. Γέγραπται γὰρ ὡδὶ περὶ τοῦ Βεσελεὴλ, τοῦ τὰ ἐν τῇ σκηνῇ τετεχνουργηκότος· «Οὗτος ἐποίησε τὸν λουτῆρα τὸν χαλκοῦν, καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν, ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν. Καὶ ἐποίησε τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωσῆς τε καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας, εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, οἳ ὅταν προσπορεύωνται εἰς τὸ θυσιαστήριον, λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξεν ὁ Κύριος τῷ Μωσῇ.» {ΠΑΛΛ.} Καὶ τί τῶν κατόπτρων τὸ χρῆμα; τίνες δὲ ἄρα καὶ αἱ νηστεύσασαι; {ΚΥΡ.} Πολλὰ τῶν γεγενημένων σαφῆ μὲν οὐκ ἔχει παρὰ τῇ θείᾳ Γραφῇ τὴν ἀφήγησιν. Σημαίνεται δέ πως ἐκ παραδρομῆς, καθάπερ ἀμέλει καὶ τόδε τὸ ἐν χερσί. Ποῦ γὰρ, ἢ τίνες νενηστεύκασι τῆς ἁγίας ἐγηγερμένης σκηνῆς, οὐ λελάληκεν ὁ Μωσῆς. Ὅτι δὲ γέγονεν, οὐκ ἐνδοιάσαι τις ἄν· εἴρηται γὰρ, εἰ καὶ μὴ σαφῶς. Ἀλλὰ τουτὶ δὴ μεθέντες, ἐπ' ἐκεῖνο ἴωμεν, εἰ δοκεῖ. {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Τὰ νενηστευκότα γύναια τίνος ἂν εἶεν εἰς τύπον; τί δὲ τὸ ἐκ τῶν κατόπτρων τὸν λουτῆρα πλάττεσθαι τὸν χαλκοῦν; {ΠΑΛΛ.} Καὶ μὴν, σὸν ἤδη πως καὶ τοῦτο εἰπεῖν. {ΚΥΡ.} Ἄκουε δή· Λελατρεύκασιν εἰδώλοις οἱ ἐξ Ἰσραὴλ, τὴν ὑπὸ τοῖς Αἰγυπτίοις ἀνατλάντες θητείαν, καὶ τοῖς ἐκείνων διαβιοῦντες νόμοις, μακροὺς διατετελέκασι χρόνους. Ἔθος τοίνυν Αἰγυπτίων μάλιστα γυναιξὶν, εἰσφοιτᾷν ἱεροῖς, λινῇ μὲν ἐσθῆτι κατεσταλμέναις, κατόπτρῳ δὲ τὴν ἀριστερὰν, καὶ