De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τοῦ Πνεύματος χάριτι κατακεχρισμένοι, καὶ διὰ τῆς ἐν Χριστῷ πολιτείας εὐδοκιμεῖν σπουδάζοντες. {ΠΑΛΛ.} ∆ιὰ παντὸς οὖν, ὡς ἔοικεν, τοῦ γεγονότος ἐν, τῇ ἁγίᾳ σκηνῇ, τὸ τοῦ Σωτῆρος ἡμῖν διαμορφοῦται μυστήριον. {ΚΥΡ.} Καὶ πρός γε δὴ τούτῳ καταθαυμάσειας ἂν, εἰ μάθοις ὅτι καὶ αὐτοὶ τῆς ἁγίας σκηνῆς οἱ τεχνουργοὶ Χριστὸν διαπλάττουσιν, ὡς ἔν γε σφίσιν αὐτοῖς. {ΠΑΛΛ.} Τίνα φὴς τρόπον; ἐννοεῖν γὰρ οὐκ ἔχω. {ΚΥΡ.} Γέγραπται γὰρ αὖ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου υἱὸν, υἱοῦ Ὢρ τῆς φυ68.649 λῆς Ἰούδα, καὶ ἐνέπλησα αὐτὸν Πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης. Καὶ ἐν παντὶ ἔργῳ διανοεῖσθαι τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ τὸν χαλκὸν, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον τὸ νηστὸν, καὶ τὴν βύσσον τὴν κεκλωσμένην, καὶ τὰ λιθουργικὰ, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. Καὶ ἐγὼ δέδωκα αὐτὸν, καὶ τὸν Ἐλιὰβ τοῦ Ἀχισαμὰ, ἐκ φυλῆς ∆ὰν, καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσιν πάντα ὅσα συνέταξα.» Ἄθρει δὴ οὖν ὅπως καθηγεῖται μὲν τῶν τεχνουργημάτων ὁ Βεσελεὴλ, Ἐλιὰβ δὲ ἐργάζεται. {ΠΑΛΛ.} Τί οὖν τοῦτό γε; {ΚΥΡ.} Πεύσῃ δὴ οὖν· Ἰούδας τε καὶ ∆ὰν, ἄμφω μὲν ἐξ Ἰακὼβ, ἀλλ' ὁ μὲν ἐξ ἐλευθέρας τῆς Λείας, ὁ δὲ ἐκ θεραπαίνης τῆς Βάλης. Τύπος οὖν ἄρα καὶ ἐναργὴς ὁ Βεσελεὴλ τοῦ πεφηνότος ἡμῖν ἐκ φυλῆς Ἰούδα τὸ κατὰ σάρκα Χριστοῦ, καὶ ἐκ φύσεως ἀληθῶς τῆς ἐλευθέρας, δῆλον δὲ ὅτι τῆς θείας καὶ ὑπερτάτης. Ἐμφήνειε δ' ἂν εὖ μάλα καὶ Ἐλιὰβ τοὺς, ὡς ἐκ δούλης τῆς Ἰερουσαλὴμ, Χριστῷ συνεργασαμένους ἀποστόλους καὶ εὐαγγελιστάς· Θεοῦ γὰρ γεγόνασι συνεργοὶ τὰ εἰς σύστασιν τῶν ἁγίων Ἐκκλησιῶν μονονουχὶ πονοῦντι καὶ τεχνωμένῳ Συνεκόμιζον δὲ τὰ ἐξ οἰκείας σπουδῆς καὶ ἐπιεικείας εἰς τὰ τῆς σκηνῆς ἔργα πάντες οἱ συνετοὶ τῇ καρδίᾳ, τῶν κατὰ καιροὺς διδασκάλων ἀποπληροῦντες εἰκόνας, οἷς ἐν σπουδῇ καὶ φροντίδι τὸ ἐργάζεσθαι τὰ τοῦ Θεοῦ, καὶ ὅσαπερ ἂν τελοίη πρὸς ὄνησιν τῆς Ἐκκλησίας Χριστοῦ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ∆ΕΚΑΤΟΣ
Περὶ τῶν αὐτῶν ἔτι, καὶ περὶ τῶν ἐν ἁγίᾳ σκηνῇ
Ἀρά σοι σαφὴς, ὦ Παλλάδιε, καὶ ἀποχρῶν ὁ λόγος, ὃν ἐπὶ τῇ ἁγίᾳ σκηνῇ καὶ
τῶν ἐν αὐτῇ πεποιήμεθα; 68.652 {ΠΑΛΛ.} Σαφὴς μὲν εὖ μάλα, πλὴν ἀποχρῶν ἥκιστά γε. {ΚΥΡ.} Βούλει δὴ οὖν ἐπ' ἐκεῖνο πάλιν προθυμότατα διαστείχωμεν, ὃ τοῖς ἐπ' αὐτῇ διηγήμασιν ἐλλελοιπέναι δοκεῖ; οἴει γάρ που, κατὰ τὸ εἰκὸς, προσεπάγεσθαι δεῖν τὸν σαφηνιοῦντα λόγον, τίνα μὲν ἡμῖν ἐγήγερται τρόπον, πηνίκα δὲ καὶ ὅπως τὰ ἐν αὐτῇ συντέθειται δικαιώματά τε καὶ νόμοι, καὶ ἐγκαινισμὸς καὶ ἁγιασμὸς καὶ κρίσις. {ΠΑΛΛ.} Φράζε δὴ οὖν τὰ ἐφ' ἑκάστῳ πάλιν· διανοῇ γὰρ ὀρθῶς. {ΚΥΡ.} Οὐκοῦν ἐρῶ μὲν ἐγώ. Σὺ δὲ αὖ συγγνώμων ἔσο, τὴν εἰσάπαν δυσχέρειαν τῶν θεωρημάτων ἐννενοηκὼς, κἂν εἴπου τι λέγοιμι τυχὸν τῶν ἀκριβείας ἡμαρτηκότων, καὶ λόγου τοῦ δέοντος ἐκπεφοιτηκότων, μετάπλαττε καὶ μεθάρμοζε. Συλλήπτορα γάρ σε καὶ ἀρωγὸν τῶν ἐμαυτοῦ ποιήσομαι λόγων. {ΠΑΛΛ.} Ἴθι Θεῷ πίσυνος. {ΚΥΡ.} Συμπεπερασμένων δὴ οὖν εὖ μάλα τῶν ἔργων τῆς ἁγίας σκηνῆς, καὶ μὴν καὶ ἑκάστου τῶν ἐν αὐτῇ σοφῶς καὶ εὐτέχνως ἐκπεποιημένων πρός γε τὸ παραδειχθὲν ἐν τῷ ὄρει κάλλος, ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων, «Ἐν ἡμέρᾳ μιᾷ μη-νὸς τοῦ πρώτου, νεομηνίᾳ, στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου.» Καὶ μεθ' ἕτερα πάλιν· «Καὶ ἐγένετο, φησὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει ἐκπορευομένων αὐτῶν ἐξ