De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
Πατρί. Εἷς δὲ δὴ πάντων ὁ τοῦδε καιρός· ἅπαξ γὰρ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτῷ οὐκέτι κυριεύσει, κατὰ τὰς Γραφάς· οὐ γὰρ ἔτι προσδοκήσομεν ὑπέρ τε ἡμῶν αὐτῶν καὶ τῶν ἐν ᾅδου πνευμάτων τεθνήξεσθαι τὸν Υἱὸν, ἀλλ' οὐδὲ 68.656 ἀπαρχὴν ἔσεσθαι τῶν κεκοιμημένων δευτέραν. Οὐ γὰρ ἐσομένου θανάτου, πῶς ἂν γένοιτο καὶ ἀνάστασις; Ἔστι τοίνυν οὐ ψευδοεπῆσαι λέγοντας, ὡς εἷς ὁ τοῦδε καιρὸς, καθάπερ ἔφην ἀρτίως, καὶ ἡμέρα μία, ἧς καὶ ὁ προφήτης ἐμνήσθη λέγων ὡς ἐκ προσώπου Θεοῦ, «Καιρῷ δεκτῷ ἐπηκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας,» καθ' ἣν ἐκ νεκρῶν ἀνεβίω Χριστὸς, τὸ ἀμειδὲς τοῦ θανάτου καταλύσας κράτος, ὅτε καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας οἰκοδόμους ὥσπερ τινὰς καὶ τεχνίτας πνευματικοὺς τοὺς ἁγίους ἀποστόλους καθίστη, λέγων, «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἢ γὰρ οὐχὶ τοῦτο εἶναι φὴς τῆς Ἐκκλησίας τὴν σύστασιν; {ΠΑΛΛ.} Τὸ τί δὴ φής; {ΚΥΡ.} Τὴν διὰ τῶν ἁγίων μυσταγωγῶν παραδοθεῖσαν πίστιν, καὶ κεκηρυγμένην πολιτείαν, φημὶ δὴ τὴν ἐν Χριστῷ, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πρὸς Θεὸν ἕνωσιν, διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Οὕτω γὰρ ἡμῖν προσεφώνει λέγων ὁ Παῦλος, «Καὶ ὑμεῖς ὡς λίθοι ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Πάλαι μὲν γὰρ ὡς ἐν διαφόροις σκεύεσιν ἐν τῇ ἁγίᾳ σκηνῇ προεμορφοῦτο Χριστὸς, ὡς χρυσοῦν θυμιατήριον, ὡς κιβωτὸς, ὡς λυχνία, καὶ μὴν καὶ ὡς τράπεζα, καὶ τὰ ἐν αὐτῇ· ἕκαστος δὲ, οἶμαι, τῶν πεπιστευκότων, κατά γε τὸν ἐνεστηκότα καιρὸν, οἶκος καὶ ναὸς χρηματίζει Θεοῦ, Χριστὸν ἔχων ἐνηυλισμένον. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καθὰ γέγραπται, εἷς μὲν καὶ ὁ αὐτὸς κατὰ φύσιν ὑπάρχων, εἰ καὶ νοοῖτο μετὰ σαρκός. «Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰη- σοῦς Χριστὸς, δι' οὗ τὰ πάντα,» τοῖς δὲ τῆς θεότητος διαφόροις ἰδιώμασιν τὸ οἱονεὶ πολυειδὲς ἔχων ἐφ' ἑαυτῷ, καὶ διαφόρως νοούμενος. Ἔστι γὰρ ἐν ἡμῖν ὡς Λόγος Θεοῦ, καὶ σοφία, καὶ φῶς, καὶ ζωὴ, καὶ ἄρτος ὁ ζῶν καὶ ἐξ οὐρανοῦ. {ΠΑΛΛ.} Συνῆκα ὃ φής. {ΚΥΡ.} Οὐκοῦν ὁ τῆς ἐνανθρωπήσεως καιρὸς ἡμῖν, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἡ τριπόθητος ἡμέρα, προανετυποῦτο πάλαι διὰ τὸ φάναι Θεὸν, Ἐν ἡμέρᾳ μιᾷ στήσεις τὴν σκηνήν. Τὸ δὲ, Καὶ ἐν νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου, χρησίμως τε καὶ ἀναγκαίως προσενηνεγμένον κατίδοι τις ἂν, ὦ Παλλάδιε. Ὥσπερ γὰρ ἀρχὴ μηνὸς, ἡμερῶν ἡ ἐν αὐτῷ πρώτη, τοῦτ' ἔστιν, ἡ νουμηνία· οὕτως καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου, καὶ προεισβολὴ καινότητος χρόνων, ὁ τῆς ἐπιδημίας καιρός. «Καινὴ γὰρ κτίσις ἐν Χριστῷ· τὰ ἀρχαῖα παρῆλθεν.» Ἀναλάμπει δὲ ὥσπερ ἡμῖν ὁ μετὰ τοῦτον αἰὼν, νῦν μὲν ὡς ἐν ἐλπίσιν ἔτι βλεπόμενος, τότε δὲ καὶ παρεσόμενος 68.657 ἀληθῶς, ὅταν ἡμῖν ὁ Χριστὸς ἐπιλάμψῃ πάλιν μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς, τοὺς ἐν καινότητι ζωῆς περιπατεῖν ἑλομένους, καὶ τὸ ἐκπρεπέστατον κάλλος τῆς εὐαγγελικῆς πολιτείας ἐν ὑπομονῇ πλουτήσαντας, παραληψόμενος μεθ' ἑαυτοῦ, καὶ εἰς τὴν πάλαι προσδοκωμένην δόξαν καὶ βασιλείαν εἰσκομιῶν. Ὅτι δὲ καινὴ κτίσις καὶ οἱονεὶ καιρῶν καὶ πραγμάτων βλάστη νέα τῶν ἐν Χριστῷ, καταδείξειεν ἂν εὖ μάλα τὸ αἴνιγμα τοῦ πρώτου μηνὸς, καθ' ὃν πόαι μὲν καὶ ἁπαλαὶ καὶ ἀρτιφανεῖς ἐν γῇ, φυτῶν δὲ ἀναθήλησις, καὶ τῶν ἐν λειμῶσιν ἀνθέων τὸ πολυειδὲς ἐμφαίνεται κάλλος, ἐαρινῆς γελώσης εὐωδίας· οἱονεὶ γάρ πως ἐν τοιῷδε καιρῷ κέκληκεν ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, οὕτω λέγων, «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν ἀπῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἐν αὐτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθασεν.» Ἀνεθάλη γὰρ ἡ ἀνθρώπου φύσις αὖ, ὥσπερ τι φυτὸν, καταμαρανθεῖσα θανάτῳ, διά τε τὴν ἐν