De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
δυοκαίδεκα γὰρ, καὶ εἰς δύο κείμενοι θέματα, ἒξ ἔνθεν, φησὶ, καὶ ἓξ ἔνθεν, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτες, καὶ ἐν μέσῳ τόπῳ κείμενον ἔχοντες ἕνα τε καὶ ἐξ οὐρανοῦ, τοῦτ' ἔστι, Χριστόν· καὶ δύο δεκάτων ἕκαστος, τοῦτ' ἔστιν, ἐκ δύο μέτρων τελείων. Τέλειοι γὰρ κατ' ἄμφω γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, πρὸς πᾶν ὁτιοῦν ἀρτίως ἔχοντες ἀγαθὸν, ἔργῳ τε διαπρεπεῖς καὶ λόγῳ. 68.681 Λίβανος δὲ καὶ ἅλας αὐτοῖς τὰ ἐπιπαττόμενα, τοῦ μὲν λιβάνου τὸ εὐῶδες ἐν ἁγιασμῷ, καὶ εὐωδίᾳ Χριστοῦ, τοῦ γε μὴν ἁλὸς, τὴν φρόνησιν ὑπεμφαίνοντος. Οὐ γὰρ ἀσύνετος ἢ μωρὸς τῶν ἁγίων ὁ λόγος, ἀλλ' ἐν χάριτί τε καὶ ἅλατι ἠρτυμένος, κατὰ τὸ γεγραμμένον, καὶ χάριν διδοὺς τοῖς ἀκούουσιν. Εἴρηται δὲ πρὸς αὐτοὺς καὶ παρὰ Χριστοῦ· «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Προτίθενται δὲ καὶ ἐν ἡμέρᾳ Σαββάτων. Ἡμέρα γὰρ ἀναδείξεως τῶν ἁγίων ἀποστόλων, ὁ τοῦ νοητοῦ Σαββάτου καιρὸς, τοῦτ' ἔστιν, ἡ Χριστοῦ παρουσία, ἣν ἐπείπερ οὐκ ἔγνωσαν οἱ ἐξ Ἰσραὴλ, ὁ Παῦλός φησι περὶ αὐτῶν, «Ἄρα ἀπο-λείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Οὐ γὰρ εἰσῆλθον εἰς τὴν κατάπαυσιν αὐτοῦ, τὴν πίστιν οὐ προσηκάμενοι. Σαββατισμὸς οὖν νοητὸς καὶ ἀληθὴς, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρός. Ἐν ὀφθαλμοῖς δὲ Θεοῦ τῶν ἄρτων ἡ πρόθεσις, καὶ μὴν καὶ ἐν ὀφθαλμοῖς Ἰσραήλ. «Προθήσετε γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῶν Σαββάτων ἔναντι Κυρίου διὰ παντὸς, παρὰ τῶν υἱῶν Ἰσραήλ·» θεωμένου καὶ διηνεκῶς ἀξιοῦντος τοὺς ἁγίους ἐπισκοπῆς. «Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους,» φησί. Τοῦ δὲ Ἰσραὴλ, ὡς προσέχειν αὐτοῖς ὀφείλοντος, καὶ οἱονεί πως ἐφιστῶντος τῆς διανοίας τὸν ὀφθαλμὸν, οὗ καὶ εἰς τύπον ἂν εἴη ὁ σωματικός. «Ἀλλ' ἔσται, φησὶν, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτά.» Πρόκειται γὰρ ἡμῖν εἰς τροφὴν τὰ τῶν ἁγίων ἀποστόλων συγγράμματα, τοῖς ἐν πίστει δεδικαιωμένοις, ἁγίῳ τε καὶ ἱερῷ γένει, λαοῖς τοῖς εἰς περιποίησιν, καὶ ἐξειλεγμένοις, καὶ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι κατακεχρισμένοις. {ΠΑΛΛ.} Εὖ ἔφης· συναινέσαιμι γὰρ ἄν. Ἀλλὰ τοῦ δὴ χάριν, οὐκ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, ἀλλ' ἐν τῇ πρώτῃ σκηνῇ τοῦ ἁγίου Βαπτιστοῦ, καὶ τῶν ἁγίων ἀποστόλων οἱ τύποι; {ΚΥΡ.} Πρῶτον μὲν ὅτι πολὺ τὸ μεσολαβοῦν, καὶ οὐκ ἐν οἷς ὁ Χριστὸς, καὶ τὰ τῶν ἁγίων κείσεται, ἀλλ' οἱονεί πως ἔξω καὶ ἐν μείοσιν. Ἐξῄρηται γὰρ καὶ ἀνὰ μέρος ἐστὶ τὰ τοῦ Θεοῦ, καὶ πολὺς τὰ ἀνθρώπινα διατειχίζει λόγος, ἀσύγκριτον ἐπιδεικνὺς τὴν τῶν φύσεων ἰδιότητα, καὶ τὴν τῆς εὐκλείας διαφοράν. Εἶτα ὅτι γεγόνασιν ἐξ Ἰουδαίων καὶ τῆς κατὰ νόμον λατρείας. Ταύτῃ τοι τόπος ὥσπερ αὐτοῖς ὁ πρέπων ἡ πρώτη σκηνὴ, ἐν ᾗ τὸ ἐν τύποις ἔκειτο τῶν καρπωμάτων θυσιαστήριον· ἢ οὐκ ἐξ αἵματος Ἰσραὴλ καὶ ἀπὸ σκηνῆς ὥσπερ τῆς πρώτης, ἡ τῶν ἁγίων μαθητῶν γέγονε κλῆσις; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἔχοντος δὴ οὖν ἀποχρώντως ἡμῖν εὖ μάλα τοῦ περὶ τούτων λόγου, παροιστέον, εἰ δοκεῖ, τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, διατρανοῦσαν ἀστείως, τὸ ἐπί γε τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ σκηνῇ μαρτύριον. Γράφει δὲ ὧδε· «Τούτων δὲ οὕτω κατεσκευασμένων 68.684 εἰς μὲν τὴν πρώτην σκηνὴν, διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Εἰς δὲ τὴν δευτέραν, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ' ἔστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς Ἅγια τῶν ἁγίων αἰωνίαν λύτρωσιν εὑράμενος.» Συνίης οὖν ὅτι τὰς μὲν ἐν τῇ πρώτῃ σκηνῇ λατρείας ἐπετέλουν οἱ ἱερεῖς, τὴν εἰς Ἅγια τῶν ἁγίων εἰσδρομὴν οὐκ ἔχοντες. Τοιάδε γάρ πώς