De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
νῦν καὶ ὑμνήσομεν. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Ἑκάστῃ δὴ οὖν θυσίᾳ τὸν αὐτῇ πρέποντα θεσμοθετήσας ὅρον, καὶ ὅπως ἂν γένοιτο, διειπὼν εὖ μάλα, κοινωνὸν εὐθὺς τοῦ θυσιαστηρίου καθίστησι τὸν ἱερουργόν. Γέγραπται γὰρ ὡδί· «Καὶ εἶπε Κύριος πρὸς Ἀαρὼν, λέγων· Σὺ καὶ οἱ υἱοί σου, καὶ ὁ οἶκος πατριᾶς σου, λήψεσθε τὰς ἀπαρχὰς τῶν ἁγίων· καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.» Προσεπαγαγὼν δὲ τούτοις, ὅτι χρὴ τῶν ἱερῶν ἔχεσθαι σπουδασμάτων αὐτοὺς διεγηγερμένῳ καὶ νήφοντι νῷ, «Καὶ ἰδοὺ ἐγὼ,» φησὶ, «δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας, καὶ τοῖς υἱοῖς σου μετὰ σὲ, νόμιμον αἰώνιον· καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν, καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν, καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου. Ἐν τῷ Ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεσθε αὐτὰ, σὺ καὶ οἱ υἱοί σου. Ἅγια ἔσται σοι. Καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν, ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραήλ. Σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. Πᾶσα ἀπαρχὴ ἐλαίου, καὶ πᾶσα ἀπαρχὴ οἴνου, καὶ σίτου, ἀπαρχὴ αὐτῶν ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά. Τὰ πρωτογεννήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται. Πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. Πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ, σοὶ ἔσται, καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς, ὅσα προσφέρουσι Κυρίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται. Ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ· καὶ ἡ λύτρωσις αὐτοῦ, ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσι· πλὴν πρωτότοκα 68.840 μόσχων καὶ πρωτότοκα προβάτων, καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ τὰ κρέα ἔσται σοὶ, καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος· καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν, σοὶ ἔσται. Πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἐὰν ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, δέδωκα σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Κυρίου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.» Συνίης οὖν ἄρα κἀντεῦθεν, οἶμαί που, καὶ μάλα σαφῶς, ὅτι πᾶν εἶδος θυσίας καὶ προσαγωγῆς ἐκνενέμηκεν ἐναργῶς τῷ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει, καὶ τὰ ἀπὸ πάσης πλημμελείας, καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, τοῦτ' ἔστι, τὰ ὑπὲρ πάσης πλημμελείας καὶ ἁμαρτίας θύματα. Ὄνομα γὰρ τοῖς ὑπὲρ ἁμαρτίας θύμασιν, ἁμαρτία. Τοιγάρτοι καὶ Παῦλος ἡμῖν ὁ σοφὸς, νομικὴν ἐπὶ Χριστῷ τὴν λέξιν ἐπετίθει λέγων· «∆εόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» Τέθυται γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, ὡς ἀρνίον ἄκακον ὁ Υἱός. Ὅτι δὲ ἁμαρτία τοῖς ὑπὲρ ἡμῶν ἁμαρτίας θύμασιν ὄνομα τέθειται παρὰ τοῦ νόμου, σαφηνιεῖ λέγων διὰ τοῦ προφήτου Θεὸς περὶ τῶν ἱερουργῶν· «Ἁμαρτίας λαοῦ μου φάγονται·» τοῦτ' ἔστι, τὰ ὑπὲρ ἁμαρτιῶν τοῦ λαοῦ μου, βρῶσις ἔσται τοῖς ἱερεῦσιν. Ἀπονέμει τοίνυν αὐτοῖς ἁπάσης θυσίας λείψανον, ἐδώδιμά τε ποιεῖσθαι προστάττει, πλὴν ἐν ἁγίῳ τόπῳ, φησὶ, καὶ ὑπὸ παντὸς ἀρσενικοῦ. Καὶ τίς ὁ ἐπὶ τῷδε λόγος, εἴρηται πρὸς ἡμῶν. Ἐν δὴ τοῖς ἤδη παρῳχηκόσιν, ἐλαίου δὲ ἀπαρχὴ, σίτου τε καὶ οἴνου, καὶ τῶν πρωτοτόκων αἱ ἀπολυτρώσεις, καὶ μέν τοι τὰ ἀναθήματα μόνοις οὐκέτι τοῖς ἀρσενικοῖς, οὐδὲ ἐν αὐλῇ τῇ ἁγία βρώσιμα, ἀλλ' ἐν οἴκῳ λοιπὸν ἱερέως, καὶ αὐταῖς θυγατράσιν ἐγκείμενα πρὸς ἀπόλαυσιν, καὶ παντὶ γνωρίμῳ καὶ οἰκειοτάτῳ. Καὶ ἀναγκαία πρὸς ἐπιτήρησι ἡ διαστολή· τὰ μὲν γὰρ τῶν θυσιῶν λείψανα, μόνου ἂν πρέποι τοῖς ἡγιασμένοις εἰς χρῆσιν, καὶ οὐχ ὡς βρῶσις ἔσται