De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΡΙΣΚΑΙ∆ΕΚΑΤΟΣ
Ἔτι περὶ ἱερωσύνης. Ἱερέων μὲν δὴ πέρι καὶ Ἀαρὼν, ταυτὶ πρὸς ἡμῶν εἰρήσθω τέως. Χρῆναι δὲ
οἶμαι προσενεγκεῖν οἷς ἔφην τὰ ἐκλελοιπέναι δοκοῦντα ἐπί γε τοῖς Λευΐταις τεθεσπισμένα. Ὧδε γὰρ ἔχοιτο ἀποχρῶν ὁ λόγος. {ΠΑΛΛ.} Οὐκοῦν ἴθι τοι, φράζε τε σαφῶς· διανοῇ γὰρ ὀρθῶς. {ΚΥΡ.} Τάξιν μὲν δὴ ταῖς ἱερουργίαις τὴν ἀρίστην ἐπιτιθεὶς, ὑποκαθίστησι τῷ ἀρχιερεῖ τὸ τάγμα τὸ Λευϊτικὸν, ἐν τοῖς Ἀριθμοῖς οὕτω λέγων· «Καὶ τοῖς Λευΐταις λαλήσεις, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ' αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀφαίρεμα Κυρίῳ, ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου, καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω, καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ. Οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ δώσετε ἀπ' αὐτῶν ἀφαίρεμα Κυρίῳ, Ἀαρὼν τῷ ἱερεῖ ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ, ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ' αὐτοῦ. Καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευΐταις ὡς γέννημα ἀπὸ ἅλω, καὶ ὡς γέννημα ἀπὸ ληνοῦ· καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν, καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ οὐ λήψεσθε δι' αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ' αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν Ἰσραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ 68.845 ἀποθάνητε.» Ὁρᾷς τὸ Χριστοῦ μυστήριον ὡς ἐν σκιαῖς ἔτι, καὶ προαναλάμπον ἐν τύποις; ὁ γάρ τοι δεκάτας λαμβάνων δεδεκάτωται, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Ἀλλὰ τότε μὲν ὁ τύπος ἐν Μελχισεδὲκ, ἐν δέ γε καιροῖς κατὰ Μωσέα, τετήρηται πάλιν ὡς ἐν Ἀαρὼν, τὸν τῶν ἱερέων ἱερέα Χριστὸν ἐφ' ἑαυτῷ σημαίνοντι τὸν ἡγούμενον, καὶ προεστηκότα τῆς ἁγίας σκηνῆς, τοῦτ' ἔστι τῆς Ἐκκλησίας, τὸν Ἅγιον τῶν ἁγίων, καὶ Θεὸν τῶν θεῶν, ᾧ πᾶσα καρποφορία πρὸς ἡμῶν ὀφείλεται. Γέγραπται γὰρ, ὅτι «Πάντες οἱ κύκλῳ αὐτοῦ, οἴσουσι δῶρα.» Ἀλλ' ἐν τύποις μὲν ἔτι τὰ Μωσαϊκὰ, πνευματικαῖς δὲ νυνὶ καρποφορίαις τὸν ἑαυτῶν κατευφραίνουσι Λυτρωτὴν, οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων γνήσιοι φύλακες. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἀπόλεκτον δὲ ὅτι τὸ Λευϊτικόν ἐστι γένος, καὶ τῶν ἄλλων ἐξῃρημένον, φανερὸν ποιεῖ κατὰ τοιόνδε τινὰ τρόπον· Ἀπαριθμεῖσθαι προστέταχε τὸ δημοτικὸν, καὶ τῆς ἀγελαίου πληθύος ἀκριβῆ ποιεῖσθαι τὸν ἐκλογισμὸν, οὐκ ἠγνοηκὼς ὁ ∆ημιουργός. Ἠρίθμηνται γὰρ αὐτῷ σταγόνες ὑετοῦ, κατὰ τὸ γεγραμμένον, καὶ οὐκ ἄν τι διαλάθοι νοῦν τὸν ἀκήρατον, ἀλλ' ἵν' εἰδεῖεν καὶ μάλα σαφῶς οἱ τοῖς ἱεροῖς ἐντυχόντες Γράμμασιν, ὅτι τῷ Θεῷ προσκείμενοι καὶ λαὸς αὐτοῦ κεχρηματικότες, ἐν ἀπογραφαῖς ἴενται ταῖς παρὰ Θεῷ, καὶ ἐν βίβλῳ ζωῆς, καὶ ἐναρίθμιοι τοῖς γνωρίμοις, καὶ ἐν μνήμαις ἤδη τοῦ πάντων ∆εσπότου. Οὐκοῦν ἀπεγράφετο μὲν τὸ δημοτικὸν, ἀνὰ μέρος δὲ ὥσπερ ἐτίθει Θεὸς τὸ ἀπόλεκτόν τε καὶ ἱερὸν γένος, καὶ οὐκ ἐν ἴσῃ τάξει τοῖς ἄλλοις ἠφίει ποθὲν, μοῖραν δὲ ὥσπερ αὐτῷ τὴν προὔχουσαν ἀπεταμιεύετο, λέγων πρὸς Μωσέα τὸν σοφώτατον· «Ὅρα τὴν φυλὴν Λευῒ, οὐ συνεπισκέψῃ τὸν ἀριθμὸν αὐτῶν, καὶ οὐ λήψῃ ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.» Ἐξαίρετος γὰρ τῶν ἁγίων ὁ κλῆρος, καὶ ἐν ὑπεροχαῖς τὰ γέρα. Καὶ τάχα που καὶ ἐν βίβλοις ἑτέραις ἡ ἀπογραφή· τεθέαται γὰρ οὐ μίαν ὁ θεσπέσιος ∆ανιὴλ, ἀλλ' ᾗ φησιν αὐτός· «Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.» Οὐκοῦν ἀναλόγοις τοῖς