De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εἰρημένοις καὶ τόδε. Εἴη γὰρ ἂν οὐκ ἀσυντελὲς εἰς πληροφορίαν· ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν Λευϊτῶν ἀπογραφῇ, τετάχατο μὲν οἱ ἀπὸ Γεδσὼν ἐν ἀρχαῖς, εἶτα μέσος ὁ Καὰθ, καὶ τελευταῖος, ὁ Μεραρὶ (δῆμοι δὲ οὗτοι Λευιτικοί)· ἐν δὲ τῇ δευτέρᾳ, τῇ ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν, προστέθειται τῶν ἄλλων ὁ Καὰθ, καὶ πρῶτος ὠνόμασται. Τελευταῖος δὲ μετ' αὐτὸν, Γεδσών τε καὶ Μεραρὶ, λειτουργίαν ἔχοντες τὰ περισσὰ τῆς σκηνῆς. Καὶ ἑκάτερον μὲν τοῖν δυοῖν τουτωνὶ δήμοιν, ἀνὰ δύο μόνας ἔχουσι πατριὰς, ὁ δὲ προήκει μὲν καὶ μέχρι τεσσάρων. Συνίης οὖν ἄρα τὸ αἴνιγμα; {ΠΑΛΛ.} Ἥκιστά γε. {ΚΥΡ.} Κέκληται μὲν γὰρ ἐν πρώτοις ὁ Ἰσραήλ· παρεισδραμούσης δὲ μεταξὺ τῆς τῶν ἐθνῶν ἀγέλης, τέτακται μετὰ ταύτην· καὶ οἱ μὲν ἔσχατοι γεγόνασι πρῶτοι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οἱ δὲ πρῶτοι ἔσχατοι. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ὅτι δὲ βραχὺς ἐν ἀριθμῷ τῶν Ἰουδαίων ὁ δῆμος, ὑπερκειμένης παρὰ πολὺ τῆς ἐξ ἐθνῶν ἀμετρήτου πληθύος, δῆλον. {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Τοιγάρτοι Θεὸς πρὸς ἱεροφάντην Μωσέα φησί· «Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ἐξαναλώσω τὴν συναγωγὴν ταύτην, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ πολὺ μᾶλλον ἢ τοῦτο.» Λειτουργίαις μὲν οὖν ταῖς τοιαῖσδε τὸ Λευϊτικὸν ἅπαν ἐκτετίμηται στῖφος· καὶ ὅρος αὐτοῖς τῆς ἱερουργίας ὑπεζεῦχθαι τῷ προὔχοντι, καὶ ὑπὸ χεῖρα πράττειν τὴν Ἀαρών. Τό γε μὴν ὑπὲρ τοῦτο φρονεῖν καὶ τἀμείνω ζητεῖν, τῶν ἐκνεμηθέντων αὐτῷ καὶ διωρισμένων παρὰ Θεοῦ, ποινῆς καὶ ὀλέθρου πρόξενον, καὶ διὰ πείρας αὐτῆς ἀνεδείκνυτο. Γέγραπται δὲ πάλιν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κορὲ υἱὸς Ἰσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευῒ, καὶ ∆αθὰν, καὶ Ἀβειρὼν, υἱοὶ Ἐλιὰβ, καὶἌϋν, υἱὸς Φαλὲθ, υἱοῦ Ῥουβὴν, καὶ ἀνέστησαν ἔναντι Μωσῆ, καὶ ἄνδρες τῶν υἱῶν Ἰσραὴλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς σύγκλητοι βουλῆς, καὶ ἄνδρες ὀνομαστοὶ συνέστησαν ἐπὶ Μωσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτούς· Ἐχέτω ὑμῖν ὅτι 68.860 πᾶσα ἡ συναγωγὴ, πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος· καὶ διατί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κυρίου; Καὶ ἀκούσας Μωσῆς, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐλάλησε πρὸς Κορὲ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν, λέγων· Ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν· καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν. Τοῦτο ποιήσατε, λάβετε ὑμῖν αὐτοῖς πυρεῖα, Κορὲ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, καὶ ἐπίθετε ἐπ' αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπ' αὐτὰ θυμίαμα ἔναντι Κυρίου αὔριον· καὶ ἔσται ὁ ἀνὴρ ὃν ἐκλέλεκται Κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν, υἱοὶ Λευΐ. Καὶ εἶπε Μωσῆς πρὸς Κορέ· Εἰσακούσατέ μου, υἱοὶ Λευΐ. Μὴ μικρόν ἐστι τοῦτο ὑμῖν, ὅτι διέστειλεν ὁ Θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραὴλ, καὶ προσηγά-γετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου, καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτῷ, καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευῒ μετὰ σοῦ, καὶ ζητεῖτε ἱερατεύειν;» Λειτουργίαν γὰρ ἔχοντες οἱ ἀπὸ Καὰθ, τὸ εἰς ὤμους αἴρειν τὰ Ἅγια τῶν ἁγίων, ἐπέθρωσκον ἀμαθῶς τοῖς ὑπερκειμένοις καὶ τοῖς τῶν ἱερέων φιλονεικοῦσι μέτροις. Ἑαυτοῖς γὰρ ἁρπάζοντες τὰς τιμὰς, κατὰ τὸ γεγραμμένον, καὶ τῆς μὲν θείας ἀλογήσαντες ἐντολῆς, νόμους δὲ τῆς ἱερουργίας ὑπερθέοντες ἀνοσίως, τὰς τῶν προεστηκότων τιμὰς ὀλίγου παντελῶς ἀξιοῦντες λόγου. Ἔφασκον γὰρ πρὸς Μωσέα καὶ Ἀαρών· «Ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ, πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος.» Ἀκούεις ὅπως τὸ σφίσιν αὐτοῖς ἐκνεμηθὲν μέτρον ἀτιμάζουσι, μόνον δὲ οὐχὶ κοινὴν εἶναί φασι, καὶ οὐχὶ δήμοις τοῖς αὐτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι τὴν τοῦ ἀρχιερέως τιμὴν, καὶ οὐδὲν ὅλως τὸ περιττὸν, ἢ περιφανέστερον, κἂν εἰ ὑπερκεῖσθαι λέγοιντο ψήφῳ τὸ χρῆμα λαχόντες τῇ παρὰ Θεοῦ· ὅπερ ἐστὶν ἐναργῶς, ταῖς ἄνωθεν ψήφοις ἐπιτιμᾷν, καὶ οὐδὲν εἶναι λογίζεσθαι τὸ τῷ νομοθέτῃ δοκοῦν. Ἀλλ' ὁ μὲν θεσπέσιος Μωσῆς, ἠπιότητι τῇ συνήθει χρώμενος, ὡς ἠῤῥωστηκότας παρεκάλει, καὶ τὴν ὅσην οὔπω κατ' αὐτῶν ἐσομένην ὀργὴν ἐννενοηκὼς, ἐπιπλήττει λέγων· «Ἱκανούσθω ὑμῖν, οἱ υἱοὶ Λευΐ. Οὐ γὰρ μικρὸν,» φησὶν, «ὑμῖν, ὅτι ὑμᾶς ἐκ πάντων