De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τελείως ἔχειν εἰς ἀρετῆς ὑπόληψιν, τῆς ἐν ἔργοις φαιδρότητος οὐ παρεζευγμένης. Ὁ γὰρ ἐπ' ἀμφοῖν δεξιὸς, τὴν τοῦ τελείως εὐδοκιμεῖν ἀποίσεται ψῆφον. Καὶ ὁ θατέρου λειπόμενος, ἀδρανὲς ἕξει τὸ ἐν τῷ καλῷ θαυμάζεσθαι. Τοιουτονί τι καὶ ὁ Σωτὴρ ὑποφαίνει, λέγων, ἐλάχιστον μὲν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀποκεκλῆσθαι τὸν διδάσκοντα μὲν, οὐ μὴν ἔτι καὶ πεποιηκότα· μέγαν δὲ αὖ καὶ διαπρεπῆ, τὸν πράξαντα καὶ δεδιδαχότα. Ἀκάθαρτος οὖν κατὰ νόμον, ὁ ἑνὸς ἡττώμενος. Τούτων δὲ ὅτι προσῆκεν ἀποφοιτᾷν, καὶ κατ' οὐδένα τρόπον ὁρᾷσθαι μετεσχηκότας, διεσάφει λέγων· «Ἀπὸ τῶν κρεῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.» Οὔτε γὰρ ζῶσι, φησὶ, μὴ συναναστραφήσεσθε. Κἂν εἰ τεθναίη τις τῶν τοιῶνδε τυχὸν, ἀβέβηλον τὸν οἰκεῖον τηρήσετε νοῦν· οὐδ' ὅσον εἰπεῖν ἀποθιγγάνοντες τῶν ἐκείνοις πεποιημένων, λογίων δὲ δηλονότι, καὶ μιαρῶν συγγραμμάτων· λείψανα γὰρ τὰ τοιάδε τῆς ἀνθρώπου ζωῆς. Τοῦτό τοι δρᾷν ἔθος τοῖς ἀπαιδεύτοις αἱρετικοῖς. Πεπλάνηνται μὲν γὰρ ὁμολογουμένως, οἱ τῆς ἐνούσης αὐτοῖς ἀμαθίας γεγονότες καθηγηταί· λείψανα δὲ ὥσπερ τῆς ἑαυτῶν δυσσεβείας τοῖς ἰδίοις παρακατέθεντο μαθηταῖς· οἱ δὲ, καὶ λίαν ἀσμένως προσίενταί τε καὶ εἰσοικίζονται κατὰ νοῦν, καὶ δυσαπόνιπτον ἔχουσι μολυσμὸν, θνησιμαίων ὥσπερ κρεῶν ἐπαφώμενοι, ἃ δυσωδίας ἐστὶ τῆς ἐσχάτης καὶ ἀκαθαρσίας ἔμπλεω. 68.924 {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} ∆έχεται τοίνυν εἰς παράδειγμα τοῦ μὴ διχηλοῦντος μὲν τὴν ὁπλὴν, ἀνακομίζοντος δὲ τὸν μηρυκισμὸν, τὴν κάμηλον, ζῶον εὐσθενές τε καὶ ὑπερμέγεθες, δασύποδά τε καὶ χοιρογρύλλιον, τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἄλλων μικροφανέστατα, διὰ τῶν ἄκρων, καθάπερ ἐγᾦμαι, συλλήβδην ἅπαντα περιλαβὼν, καὶ οὐδὲν ἔξω τῶν διὰ μέσου μεθείς. Ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοιτο τυχὸν, Ἀπὸ τοῦ λίαν ὑψηλοῦ τε καὶ ἀνωτάτω καὶ μέχρι μικρῶν, καὶ τῶν ὅτι μάλιστα κατωτάτω, πᾶς ὅς γε τοιοῦτος βδελυρὸς καὶ ἀκάθαρτος. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον· ἀλλ' εἴτε τις εἴη μέγας καὶ σοβαρὸς, πλούτῳ τε καὶ δόξῃ τῇ κατὰ κόσμον εἰς ὕψος ἠρμένος, τὴν ἀκλεᾶ καὶ ἀγέραστον ἀποίσεται ψῆφον, τοῖς τῆς φαυλότητος αἰτιάμασιν ἐνεχόμενος· εἴτε τις εἴη μικρὸς, πτωχείᾳ τε καὶ ἀδοξίᾳ συζῶν, καταδικασθήσεται πρὸς ἀκαθαρσίαν, εἰ μὴ τοῖς εἰς ἀρετὴν ἐπαυχοίη τρόποις· οὐδ' ἂν εὕρεμά τις ποιήσαιτο τῆς ταπεινότητος, τὸ ἐλεεῖσθαι δεῖν παρὰ τοῦ δικαίου Κριτοῦ, τὸ εὐπρεπὲς ἐν ἔργοις οὐκ ἔχων, τοῖς κατ' εὐσέβειαν δὲ δηλονότι καὶ ἀρετήν. Οὐκοῦν κάμηλος μὲν, λαγώς τε καὶ χοιρογρύλλιος, μικροῦ τε καὶ μεγάλου τύπος ἂν εἶεν οὐκ ἀσυμφανής. Παραφέρει δὲ καὶ τὸν σῦν, ὡς ἀκάθαρτον, διάτοι τὸ διχηλεῖν μὲν ὁπλὴν, οὐ μὴν ἔτι πεφυκότα καὶ ἀναμασᾶσθαι τροφὴν, τοῦτ' ἔστιν, ἀνάγειν μηρυκισμὸν, ἀδρανές τε καὶ ἄχρηστον τὸ ἐν ἔργοις καύχημα, δίχα τοῦ λόγου τοῦ κατ' εὐσέβειαν ἀποφαίνων. Ὥσπερ γὰρ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, οὕτω καὶ τὸ ἔμπαλιν, νεκρά που πάντως ἡ εὐκοσμία, καὶ τὸ ἐν ἔργοις ἐπιεικὲς, ἀπούσης θεογνωσίας, καὶ λόγου τοῦ κατ' εὐσέβειαν ταῖς ἡμετέραις ψυχαῖς οὐκ ἐνῳκηκότος, κάτω δὲ οὖσα, εἰσνένευκεν εἰς γῆν, καὶ δεδιέναι πως δοκεῖ τὸ ἀνίσχειν ἄνω τὸν ὀφθαλμόν. Τοιουτονί τι παθόντας οὐκ ὀλίγους εὑρήσομεν, οἳ σεμνὸν μὲν ἔχουσιν ἔσθ' ὅτε τὸν βίον καὶ καθαρὸν, Θεὸν δὲ τὸν φύσει καὶ ἀληθινὸν οὐκ ἐπεγνωκότες, μόνοις οἱονεί πως τοῖς ἐπὶ τῆς γῆς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείδουσιν. Ἀκάθαρτος δὲ καὶ ὁ τοιόσδε πάλιν· «Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ,» κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Καταμιαίνει τοιγαροῦν ἡμᾶς ὡς ἐν εἴδει συὸς, καὶ μέν τοι καὶ τῶν ἄλλων, ταῖς ἐκ νόμου διαβολαῖς ὑπενηνεγμένους. {ΚΥΡ.} Πάνυ μὲν οὖν ἔφης ὀρθῶς. Καὶ οὐκ ἀπόχρη τῷ νόμῳ τὰς τῶν ἀκαθάρτων παρακομίζειν εἰκόνας, διὰ δέ γε δὴ μόνων καὶ τῶν τοιῶνδε τυχὸν, διὰ πάσης δὲ ὥσπερ τῆς κτίσεως ἡμᾶς ὠφελεῖν ᾑρημένος καὶ τὴν τοῦ χρησίμου καὶ πρέποντος εἴδησιν πλουσίως παρατιθεὶς, καὶ τὰ ἐνύδρων δίεισι γένη, καὶ πτηνῶν ἀγέλας, ἵνα τὸ ἑκάστῳ προσπεφυκὸς πολυπραγμονοῦντες εὖ μάλα, τί μὲν ἂν εἴη λοιπὸν τὸ ἁνδάνον