De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἰσοπαλῆ τὸν ἔπαινον, καὶ ἰσοῤῥόπους τὰς ἀμοιβάς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος ∆αβὶδ, ταῖς ἐπὶ τοῦτο τληπαθείαις ἀποθαυμάζει λέγων, τὸν ἀξιεπαινετώτατον νεανίαν, «Εἰς δοῦλον ἐπράθη Ἰωσὴφ, ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ.» Σίδηρον, οἶμαι, λέγων, τὴν σκληρὰν καὶ ἄθραυστον τῶν ἱδρώτων προσβολὴν, δι' ὧν ἂν γένοιτο καταστέλλειν ἁμαρτίας καὶ ῥύπου παντὸς ἀποφοιτᾷν, τῆς γε μὴν ἁγίας καὶ καθαρωτάτης ἐφικέσθαι ζωῆς, φημὶ δὴ τῆς εὐαγγελικῆς τε καὶ ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΠΕΝΤΕΚΑΙ∆ΕΚΑΤΟΣ.
Ὅτι χρὴ καθαροὺς καὶ ἐκνενιμμένους παρίστα σθαι τῷ Θεῷ, καὶ
ὅτι ἐν Χριστῷ πάλιν ἡμῖν ἡ καθάρσις.
Ἐκ παντὸς ἡμῖν, ὦ Παλλάδιε, συναγήγερται λόγου σαφής τε καὶ ἐναργὴς ἀπόδειξις, τοῦ δεῖν ἰέναι 68.949 παγκάλως εἰς οἶκον Θεοῦ, λαμπρούς τε καὶ ἐκνενιμμένους, οἰκειότητά τε τὴν πρὸς αὐτὸν δι' ἁγιασμοῦ κερδαίνοντας. Ἵλεῳ γὰρ τότε περιτευξόμεθα τῷ Θεῷ, καὶ ἵν' οὕτως εἴπωμεν, ὅλῳ βλέποντι τὰ καθ' ἡμᾶς ὀφθαλμῷ, καὶ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην φειδὼ διανέμοντι. «Ἐπὶ τίνα δὲ ἐπιβλέψω,» φησὶν, «ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Ὁσίας γὰρ ὄντως ἀνατενεῖ χεῖρας, καὶ εἰς αὐτό που διακεκράξεται τὸ τῆς θεότητος οὖς, ὁ δὴ οὕτως ἔχων, ὡς καὶ εἰς πέρας ἥκων τῶν ὧν ἂν εὔξαιτο τυχὸν, ἐκ περιχαρείας εἰπεῖν· «Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.» Ἢ οὐ διεπύθου σαφῶς ἀναμελῳδοῦντος ἡμῖν τοῦ θεσπεσίου ∆αβὶδ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν;» {ΠΑΛΛ.} Ἐπυθόμην; {ΚΥΡ.} Ὅτι μὲν ἔστιν ἀληθὴς ὁ λόγος, οὐκ ἐνδοιάσαι θέμις, πλὴν, ἐπί γε τὸ δεῖν ἀποτρίβεσθαι μολυσμοὺς, τίς ἂν γένοιτο πρὸς ἡμῶν ὁ τρόπος; συνήσει γὰρ δὴ παραπτώματα μὲν οὐδεὶς, πολλὰ δὲ πταίομεν ἅπαντες. Νοσεῖ δὲ ἡ φύσις τὸ εἰς ἁμαρτίαν εὔκολον, καὶ λίαν ἐστὶν εὐπάροιστος ἐπὶ τὸ πεφυκέναι ἀδικεῖν, καταλεαινούσης ἡμῖν τρόπον τινὰ τῆς ἐπὶ τὰ φαῦλα ῥοπῆς, τὴν ὁδὸν τῆς ἐκτόπου καὶ βδελυρᾶς ἡδονῆς. {ΠΑΛΛ.} Εὖ λέγεις· συναινέσαιμι γὰρ ἂν μελλήσας οὐδὲν, ὀρθοεπεῖν ᾑρημένῳ. {ΚΥΡ.} Ἤδη μὲν γὰρ καὶ ἡ ἀπὸ γῆς σὰρξ τὸν τῆς ἁμαρτίας ἐν ἑαυτῇ κατηῤῥώστησε νόμον, εὐπαράφορος δὲ λίαν ὁ ἀνθρώπινος νοῦς, ἐπὶ τὸ ἐκνεῦσαι δεῖν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, κατὰ τὸ γεγραμμένον. Τοιγάρτοι καὶ λόγος ἡμῖν ἱερὸς ἐπιστυγνάζει δικαίως· «Πάντες γὰρ, φησὶν, ἐξέκλινον, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Ἐπειδὴ δὲ οὐκ ἦν ἀπόνευσις τοῦ κακοῦ, Σωτῆρα καὶ Λυτρωτὴν πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, δικαιοῦντα τῇ πίστει, καὶ ποινῆς ἀπαλλάττοντα, καὶ εὐσθενὲς μὲν λίαν ἀποτελοῦντα τὸ ἄναλκι, καταφωτίζοντα δὲ τὸ ἐσκοτισμένον, ἐπιστρέφοντα δὲ τὸ πλανώμενον, καὶ πλεονεξίας ἐξέλκοντα διαβολικῆς, τὸ ὑπεστρωμένον αὐτῷ. {ΠΑΛΛ.} Ἐν Χριστῷ δὴ οὖν τὸ ἐκ τῆς ἁμαρτίας αἶσχος ἀποτριψόμεθα, διεσμηγμένοι δὲ οὕτω, καὶ μώμου παντὸς ἰόντες ὡς ἀπωτάτω, προσελευσόμεθα δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. {ΚΥΡ.} Συνίης εὖ μάλα· διακεκραγότων καὶ αὐτῶν ἐπαΐοι τις ἂν τῶν ἁγίων προφήτων, τὴν οὕτως ἡμῖν ἀξιάγαστον καὶ πολύευκτον χάριν. Μιχαίας μὲν γὰρ ὁ σοφώτατος, ὧδέ πή φησι· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ,