De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ψυχαῖς μολυσμῶν τὴν ἀπόνιψιν· «Λούσασθε» γὰρ, φησὶν, «καὶ καθαροὶ γίνεσθε·» καὶ προφητικὸς ἡμῖν ἄνωθεν διεκελεύετο λόγος. {ΠΑΛΛ.} Ἐν μόσχῳ δὴ οὖν ὡς ἐν εἰκόνι καὶ τύποις, ὁ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ σκιαγραφεῖται θάνατος. {ΚΥΡ.} Συνίης εὖ μάλα, καὶ πρός γε δὴ τούτῳ καταθαυμάσαις ἂν, οἶμαι, καὶ εἰς ἐκεῖνο βλέπων. {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Εἰ μὲν γὰρ ἁμάρτοι, φησὶν, ὁ ἡγούμενος ὁμοῦ τῶν ὑπεζευγμένων, εἴ τ' οὖν αὐτὴ καθ' ἑαυτὴν ἡ ὑπὸ χεῖρα πληθὺς, μόσχος ἔσται τὸ θῦμα. Ἐναλοὺς δὲ πταίσμασιν ἰδικοῖς ὁ ἡγούμενος, προσκομιζέτω, φησὶ, χίμαρον ἐξ αἰγῶν. Εἰ δὲ δή τις εἴη τῶν ἐν λαοῖς, ἄρσεν μὲν οὐκέτι, θῆλυ δὲ ἔστω τὸ σφάγιον· Ἀναγνώσομαι δὲ, εἰ δοκεῖ, καὶ τοὺς ἐπὶ τοῖσδε νόμους, ἔφη γὰρ ὧδε· «Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ἢ οὐ ποιηθήσεται ἀκουσίως, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν, ἄρσεν ἄμωμον, περὶ ἁμαρτίας· καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου, καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα ἐνώπιον Κυρίου, ἁμαρτίας ἐστί. Καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον, ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ.» Καὶ πρός γε δὴ τούτοις, «Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς, ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία, ἣν ἥμαρτεν ἐν αὐτῇ, καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν, θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ.» Καὶ τῆς θυσίας τὸν τρόπον, ὅπως ἂν γένοιτο, διειπών· «Ἐὰν δὲ πρόβατον προσενέγκῃ,» φησὶ, «τὸ δῶρον αὐτοῦ περὶ τῆς ἁμαρτίας, θῆλυ ἄμωμον προσοίσει αὐτό.» Συνίης οὖν, ὦ Παλλάδιε, τοῦ μυστηρίου τὸ βάθος, ὡς ἐν ἐσόπτρῳ καὶ σκιαῖς τοῖς ἀρχαιοτέροις ἀνατυπούμενον; Ἰσομοιρεῖ γὰρ ὥσπερ τῷ μεγέθει τῶν πλημμελημάτων, ἡ τῶν θυμάτων προσαγωγή· καὶ μόσχος μὲν ἧν ὑπὲρ ἄρχοντός τε καὶ λαοῦ, κοινὴ τάχα που καὶ μίαν ἠῤῥωστηκότοιν τὴν ἁμαρτίαν. Ἔριφος δὲ εἷς, ὑπὲρ ἑνὸς, ἤτοι μιᾶς ψυχῆς· ἑαυτὸν γὰρ προσκεκόμικεν ὁ Χριστὸς, ἅμα μὲν ὑπὲρ πάντων, ὡς ἐν εἰκόνι τῷ μόσχῳ, βαρεῖ τε καὶ μεγάλῳ θύματι· «Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, φησὶν, ὑπερεπερίσσευσεν ἡ χάρις.» Ἐρίφου δὲ καὶ προβά 68.968 του δίκην, ὑπὲρ ἑκάστου καὶ ἰδικῶς διὰ τὸ ὡμοιῶσθαι, φημὶ, τοῖς ὑφ' ἁμαρτίαν, καὶ ἐν τοῖς ἀνόμοις λελογίσθαι, κατὰ τὰς Γραφάς· ἀνόμου δὲ τύπος, ὁ ἔριφος, ὡς ἄκαρπος καὶ ξηρός. Παρίστησι γοῦν ὁ Χριστὸς, ὡς πρόβατα μὲν ἐκ δεξιῶν, τοὺς ἁγίους, ὡς ἐρίφους δὲ καὶ ἐξ εὐωνύμων τοὺς τῆς ἀνομίας ἐργάτας. Οὐκοῦν τὸ ἐπίδοξον αὐτοῦ καὶ ὑπερφυὲς κατίδοι τις ἂν ὡς ἕν γε τῷ μόσχῳ. Τὸ δὲ ὁμοιοῦσθαι τοῖς καθ' ἡμᾶς, λελογίσθαι δὲ ὅτι καὶ ἐν τοῖς ἀνόμοις, διὰ τοῦ χιμάρου νοήσεις. Ἐσφάζετο δὲ καὶ ὡς πρόβατον, διὰ τὴν ἔμφυτον ἡμερότητα, καὶ τὴν εἰς πραότητα θυσίας ὑπεροχήν. «Ὡς πρόβατον γὰρ ἤχθη,» φησὶ, «καὶ ὡς ἀμνὸς, ἐναντίον τοῦ κείροντος αὐτὸν, ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.» Ἀλλ' εἰ μὲν εἴη τυχὸν ἡγούμενος ὁ ταῖς πλημμελείαις ἔνοχος, ἄρσην ὁ χίμαρος ἦν. Εἰ δὲ δή τις ἐν λαοῖς καὶ καθ' ἕνα, θῆλυ τὸ σφάγιον, κἂν εἴ τε πρόβατον εἴη τυχὸν, εἴτ' οὖν ἐξ αἰγῶν, καὶ ἐν τῇ τῶν θυμάτων διαφορᾷ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ σοφὸν, τοῦ νόμου κατασημαίνοντος. Ἡγεμονεῦον μὲν γὰρ ἀεί πώς ἐστι, καὶ ἐν τιμῇ πρώτῃ τὸ ἄρσεν, ἑπόμενον δὲ καὶ ἐν δευτέροις τὸ θῆλυ. Ἀναλόγως δὴ οὖν τοῖς ἑκάστου πταίσμασι, καὶ ἡ διὰ Χριστοῦ κάθαρσις ἔν γε τοῖς προεστηκόσι καὶ ἡγουμένοις, καὶ τοῖς ὑπὸ χεῖρα, καὶ καθ' ἕνα τε καὶ ὑπεζευγμένοις. Εἶεν γὰρ οὐκ ἐν ἴσοις αἰτιάμασι πεσόντες εἰς ἁμαρτίαν, ἡγούμενος καὶ λαὸς, ἀλλ' ἐν μείζοσι που πάντως, ἡγούμενοι. Τοιγάρτοι πλουσιωτέρᾳ διασμήχονται χάριτι. {ΠΑΛΛ.} Συνίημι ὃ