De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀποφαίνειν αὐτῷ τὴν ἰδίαν ψυχὴν, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μελῳδὸς ἐν καλῷ τῆς τοιαύτης ἀρετῆς γεγονὼς, ἀνεφώνει λέγων· «Ἑτοίμη ἡ καρδία μου, ὦ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.» Ὥσπερ γὰρ καθαροῖς μὲν οὖσι τοῖς ἐρίοις ἐνιζάνουσιν αἱ βαφαὶ, εἰ δὲ ῥύπου τι μέτεισι λείψανον, εὐαπόβλητον εὐθὺς τὸ εἰσκεκριμένον, καὶ ἀσφαλῆ τὴν ἕδραν οὐκ ἔχον ἐν αὐτοῖς· οὕτω καὶ ἡ Χριστοῦ μέθεξις, ταῖς μὲν ἁγίαις καὶ καθαραῖς εἰσδύεται ψυχαῖς, ταῖς δὲ μὴ οὕτως ἐχούσαις, οὐδ' ἂν ὅλως ἐνιζήσειεν· «Ἅγιον γὰρ πνεῦμα σοφίας φεύξεται δόλον,» κατὰ τὸ γεγραμμένον, «καὶ οὐ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίαις.» Οὐκοῦν θεραπεύοντες τοὺς ἠδικημένους, καὶ τοῖς εἰς φιλίαν κατορθώμασι τὰς τῶν ἀδελφῶν ἀποκείροντες λύπας, αἰτίας ἑαυτοὺς ἁπάσης ἀπαλλάξομεν, καὶ τὴν ἐν Χριστῷ κερδανοῦμεν ἄφεσιν. {ΠΑΛΛ.} Ὀρθότατα ἔφης. 68.977 {ΚΥΡ.} Βούλει δὴ τούτοις καὶ ἑτέρους ἐννοιῶν ἐπισυλλέγοντες τρόπους, τά τε ἐκ μολυσμῶν ἐγκλήματα, καὶ τὰ ἐφ' ἑκάστῳ τεθεσπισμένα πρὸς ἀποκάθαρσιν ἐξηγώμεθα; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν, ἀμφιλαφεστέραν γὰρ οὕτω τὴν ὄνησιν ἐξεργάσαιτ' ἂν ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. {ΚΥΡ.} Γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ, ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.» Ὅτι μὲν οὖν τοῖς ἐξ ἀνάγκης καὶ ἀβουλήτως συμβαίνουσιν, οὐκ ἂν, οἶμαι, δόξειεν εἰκότως ἐπιτιμᾷν ὁ νόμος ἡμῖν, ἐν τούτοις, παντί τῳ σαφές· κολάζεται γὰρ ἀνθ' ὅτου, τὸ σώματος πάθος, καὶ τὴν ἐκ νόμου κατάῤῥησιν ὅπως ἂν ἔχοι δικαίαν, ὁ σαρκικαῖς ἀῤῥωστίαις περιπεσών; σοφὸν οὖν ἄρα καὶ ἀναγκαῖον εἰς εἰκόνα καὶ τύπον τῶν ἐν ψυχαῖς νοσημάτων, δέχεσθαι τὰ σωματικά. Εἴη γὰρ ἂν οὕτω πνευματικὸς ὁ νόμος, καὶ ψῆφος ὁσία τὰ ἐφ' ἑκάστῳ παρὰ Θεοῦ κατὰ καιροὺς κεχρησμωδημένα, οὐχὶ τοὺς ἀνεθελήτοις ἐναλόντας νόσοις, ταῖς δίκαις ὑπάγοντα, ἀλλ' οἷς ὁ τοῦ πλημμελῆσαι λόγος, ὁσίαν ἂν ἔχοι τὴν ἐπίπληξιν. {ΠΑΛΛ.} Ὡς εὖγε δὴ φής. {ΚΥΡ.} Ἀποπέμπεσθαι μὲν οὖν τῆς παρεμβολῆς προστέταχε λεπρὸν, ἰσχνοτάτην δὲ λίαν ἐπ' αὐτῷ ποιεῖται τὴν βάσανον, καὶ δοκιμάζεσθαι δεῖν ἐπιτάττει τὴν νόσον, οὕτω λέγων· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς, καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁφὴ λέπρας, ἀχθήσεται πρὸς Ἀαρὼν τὸν ἱερέα, ἢ ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων· καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ἡ θρὶξ ἐν τῇ ἁφῇ μεταβάλῃ λευκὴ, καὶ ἡ ὄψις τῆς ἁφῆς ταπεινὴ ἀπὸ δέρματος τοῦ χρωτὸς, ἁφὴ λέπρας ἐστὶ, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ μιανεῖ αὐτόν. Ἐὰν δὲ καὶ τηλαυγὴς λευκὴ ᾖ ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ ταπεινὴ μὴ ᾖ ἡ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ ἡ θρὶξ αὐτοῦ οὐ μετέβαλε τρίχα λευκὴν, αὐτὴ δέ ἐστιν ἀμαυρὰ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας· καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον, καὶ ὄψεται ὁ ἱερεὺς αὐτὸν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον. Καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφὴ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεύς· σημασία γάρ ἐστι. Καὶ πλυνάμενος τὰ ἱμάτια αὐτοῦ, καθαρὸς ἔσται. Ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ ἡ σημασία ἐν τῷ δέρματι, μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτὸν, καὶ ὀφθήσεται τὸ δεύτερον τῷ ἱερεῖ, καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεύς· 68.980 λέπρα ἐστίν.» Ἰσχνομυθία μὲν οὖν τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, καὶ οὐχ ἕτοιμος ἑλεῖν ὁ ἐπὶ τοῖσδε λόγος. Ἀναγκαῖον δὲ οἶμαι συνενεγκόντα τὸν νοῦν, ὡς ἐν ὀλίγοις εἰπεῖν, τὸ τί ἂν βούλοιτο δηλοῦν ὁ νόμος. Προεξηγήσομαι δὲ τέως τοῦ πάθους τὴν διαφοράν. Λέπρα μὲν οὖν τοῖς ἀνθρωπίνοις σώμασι παγχάλεπόν ἐστι πάθος, καὶ δυσδιάφυκτον