De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ βορόν· συμβαίνει δὲ κατὰ νέκρωσιν. Κοιλαίνεται μὲν γὰρ τὸ τραῦμα εὐθὺς, δαπανωμένου τοῦ δέρματος, καὶ εἰς βάθος ἀεὶ συνιζάνοντος· ἅτε δὴ, καὶ διερπούσης ἀεὶ πρὸς τὸ κάτω τῆς φθορᾶς. Ὅθεν τοι, καθάπερ ἐγῷμαι, καὶ ἡ θρὶξ ἐπανθοῦσα τοῖς τόποις μαραινομένη, καταλευκαίνεται, καὶ οἱονεί τι φυτὸν τῇ ὑποκειμένῃ συγκαταφθείρεται γῇ. Λέπρα μὲν οὖν τὸ τοιόνδε πάθος. Λεύκη δὲ πάλιν, ἀῤῥώστημα σαρκικὸν τῇ λέπρᾳ προσεοικὸς, πλὴν οὐκ ἐνίησι τὸ λυποῦν εἰς βάθος, οὔτε μὴν εἰσπέμπει τοῖς ἔσω τῆς νόσου τὴν αἴσθησιν, ἐπινήχεται δὲ ὥσπερ ἄκρῳ τε, καὶ μόλις ἐπανθοῦσα τῷ σώματι, καὶ οὐδὲ τρίχα μεθίστησιν εἰς τὸ λευκὸν, οὔτε μὴν ἀκαθέκτως εὐρύνεται, ἀλλ' ὀλίγοις κομιδῇ τοῖς ἐπικουρήμασιν εὐκόλως ἀνασειράζεται, καὶ ὑπονοστεῖ πρὸς ὑγιὲς ἡ ἐπανθοῦσα σάρξ. Οὐκοῦν ἡ μὲν λέπρα, νέκρωσις ὁμολογουμένη, ἐν ὑποψίαις δέ πως τῆς λέπρας ἡ λεύκη, οὐ μὴν ἔτι καὶ τὸ αὐτὸ κατὰ ἀλήθειαν, λέπρα καὶ νέκρωσις. Καταψηφίζεται τοίνυν ὁ νόμος τοῦ λεπροῦ τὸ ἀκάθαρτον, ὡς ἤδη παθόντος τὴν νέκρωσιν. Ἀνίησι δὲ τοῦ ἐγκλήματος, τὸν λεύκην ἠῤῥωστηκότα, ὡς ἐν ὑποψίαις μὲν γεγονότα τοῦ λεπρᾷν, οὐ μὴν ἔτι καὶ λελεπρωμένον. Τοιγάρτοι, φησὶν, εἰ γένοιτο οὐλὴ σημασίας, καὶ ἁφὴ λέπρας, καὶ κοιλοτέρα ἡ ὄψις τοῦ δέρματος, καὶ μὴν καὶ τριχὸς εἰς λευκότητα μεταβολὴ, συναποθνησκούσης τάχα που τῇ ὑποκειμένῃ σαρκὶ, λέπρα δὴ πάντως ἔσται. Ἕρπει γὰρ εἰς βάθος ἡ νέκρωσις. Εἰ δὲ δὴ γένοιτό τις λεύκη σημασίας, δίχα κοιλότητος τῆς ἐν δέρματι, καὶ τριχὸς εἰς λευκότητα μεταβολῆς, δοκιμαζέσθω, φησὶ, παρὰ τοῦ ἱερέως, καὶ ἀφοριζέσθω δεύτερον· τὸ ἀπεικὸς γὰρ οὐδὲν, ὡς καὶ αὐτὴ τῶν ἡμερῶν ἡ παράτασις, τὸ ἀῤῥώστημα βασανίζουσα, παραδείξειεν ἂν ἔσθ' ὅτε τοῖς ἐρευνῶσι τὸ ἀκριβές. Ἡ μὲν γὰρ θρὶξ ὑπομένει τὸ ἑτερόχρουν, κοιλαινομένου τοῦ δέρματος, μετακεχώρηκε δὲ πρὸς λέπραν ἡ λεύκη. Οὐδενὸς δὲ τούτων γεγονότος, «Ἀνείσθω, φησὶ, τῆς αἰτίας.» Οὐ γάρ τοι λέπρα τὸ πάθος, ἀλλὰ τὸ λέπρᾳ προσεοικὸς, καὶ ἀγχοῦ δὴ μάλα, τοῦτ' ἔστιν, ἡ λεύκη. Ὁ μὲν οὖν ἐν προχείρῳ λόγος, καὶ ἡ τοῦ πράγματος διασάφησις ἀποχρῶσαν ἔχει τὴν παράθεσιν. Ἀλλὰ φέρε λέγωμεν τὰ πνευματικὰ, καὶ τῶν εἰς νοῦν τε καὶ κεκρυμμένων ἐννοιῶν ἁπτώμεθα. {ΠΑΛΛ.} Ὡς καλὸν τὸ χρῆμα καὶ ὀνησιφόρον. {ΚΥΡ.} Χρὴ τοίνυν ἡμᾶς τοὺς ἐν Χριστῷ ζωοποιουμένους, ζωοποίησιν δέ φημι τὴν πνευματικὴν, νεκρῶν ἔργων ἀποφοιτᾷν, καὶ ὡς ἀπωτάτω χωρεῖν, εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τὰ δι' ὧν ἂν γένοιτο κατανεκροῦσθαι ψυχὴν, καὶ ἀποψύχεσθαι νοῦν, ἀχαλίνως ἐκνενευκότα πρὸς τὰ σαρκός τε καὶ κόσμου. Εἰ γάρ ἐστιν ἀληθὲς, ὡς ὁ εἰς τὴν σάρκα σπείρων, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· καὶ οἱ κατὰ σάρκα ζῶντες 68.981 Θεῷ ἀρέσαι οὐ δύνανται, ὅτι δὲ καὶ τεθνήξονται πῶς ἂν εἴη λοιπὸν ἢ πόθεν ἀμφίλογον; Νεκρὸς οὖν ἄρα, καὶ τοῖς τῆς νεκρότητος ἔργοις ἐνισχημένος, ὁ ψυχήν τε καὶ νοῦν ἐκμεμολυσμένος, καὶ μὴν καὶ φαυλότητος ἀνάπλεως κοσμικῆς. Καὶ νοητὴν ἀληθῶς, εἴπερ ἂν ἕλοιτό τις τὴν τοιάνδε λέπραν εἰπεῖν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Ἀκάθαρτος οὖν ὁ τοιοῦτος ἐν ὀφθαλμοῖς τοῦ Χριστοῦ. «Καταμιανεῖ γὰρ αὐτὸν,» φησὶν, «ὁ ἱερεύς.» Ἀκούσεται γὰρ ἐπὶ τοῦ θείου βήματος, τοῖς ἄγαν φιλαμαρτήμοσιν ἐναρίθμιος ὤν· «Πορεύετε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς.» Λεύκῃ γε μὴν καὶ οὐλῇ σημασίας παρεικαστέον τοὺς ἐν ψιλαῖς ταῖς ἐπιθυμίαις κειμένους ἔτι, καὶ οὔπω πρὸς ἔργον ἥκοντας λογισμοῦ. Ἢ οὐχὶ δὴ φὴς ὑπάρχειν ἀληθὲς, ὡς προαναθρώσκουσιν ἐν ἡμῖν καὶ οἱονεὶ προανίσχουσι τῶν ἀποτελεσμάτων αἱ ἡδοναὶ καὶ λογισμοὶ, καλοῦντες ἐπί τι τῶν διαβεβλημένων ἐκ νόμου; {ΠΑΛΛ.} Φημί· μεμνήσομαι γὰρ τοῦ μακαρίου ∆αβὶδ λέγοντος· «Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα.» {ΚΥΡ.} Ὀρθότατα ἔφης· πρὸ γάρ τοι τῶν ἀποτελεσμάτων, γίνεται δὴ πάντως ἐν πλημμελείαις ὁ νοῦς, προωδινήσας τὴν ἡδονὴν, πλὴν ἐν μόναις ἔτι ταῖς ἐπιθυμίαις τῆς ἁμαρτίας κειμένης, ἕστηκεν ἐν μεταιχμίῳ, πρὸς ἄμφω βλέπων ὁ νοῦς· καὶ ἐλευθέραν ἔχων ἐφ' ὅπερ ἂν ἕλοιτο τὴν ῥοπὴν, καὶ πεπονθὼς οὔπω τὴν νέκρωσιν, ἀγχοῦ δὲ δὴ σφόδρα γεγονὼς