De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀναφαλαντώματι, λεπρός ἐστι, καὶ μιαρὸς ἔσται.» Μετατρέχει γὰρ ἔσθ' ὅτε καὶ τὰ σμικρὰ τῶν παθῶν εἰς ἐγκλημάτων δύναμιν, καὶ καταμιαίνει δεινῶς μὴ ἀνακοπτόμενα πρὸς ἡμῶν, ἀνειμένην δὲ ὥσπερ καὶ ἀνεπίπληκτον παντελῶς τὴν εἴς γε τὰ χείρω λαχόντα πάροδον, οἷόν τί φημι· ὀργίζεταί τις ἔσθ' ὅτε μικρὰ, καὶ ἠῤῥώστηκεν ἐν ἀνθρώπῳ τὸ πάθος, ἀνακοπτέσθω ταῖς ἐπιεικείαις, ἵνα μὴ τοῦ μικροῦ παραπτώματος εἰς αὔξην ἰόντος, κατὰ βραχὺ γραφὴ πρὸς θάνατον τοῖς παθοῦσιν εὑρίσκηται. Τοῦτό ἐστι τὸ ἐν φαλακρώματι τυχὸν ἐξανθῆσαι λέπραν, τὴν ἐκ τοῦ μηδενὸς ἐπὶ τὰ χείρω ῥοπὴν, ὡς ἐν τύπῳ συμβαίνουσαν. Ὀρθῶς δὴ οὖν εἰρήσθω φημὶ τῷ μακαρίῳ ∆αβὶδ τὸ, «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.» {ΠΑΛΛ.} Ὡς βαθὺς ὁ λόγος. {ΚΥΡ.} Πάνυ μὲν οὖν. Ὑπαισθάνῃ γάρ με, καθάπερ ἐγᾦμαι, λεπτοεποῦντα λίαν, καὶ ἀνιδρωτὶ τὰ τοιαῦτα τῶν θεωρημάτων ἢ νοεῖν ἢ φράζειν οὐκ ἔχοντα. Ὅτι δὲ οὐκ ἔνεστι τοὺς τὰ ἐκφανῆ τῶν πλημμελημάτων ἀνοσίως ἠῤῥωστηκότας δύνασθαι λαθεῖν, ἀγνοουμένων ἔσθ' ὅτε τῶν ἐλαχίστων, καὶ κεκρυμμένων, κἀντεῦθεν εἴσῃ τοι. Τοὺς μέν τοι φαλάκρωμα πεπονθότας, καθαροὺς εἶναι, φησὶν, ἀναμνήσει, καλῶς ἡμῖν ἀνιεὶς τὰ τῶν πταισμάτων μικρὰ, καθάπερ ἐλέγομεν ἀρτίως. Ἀλλ' εἰ γένοιτό τισιν ἐν φαλακρώματι λέπρα, τουτέστιν, ὅταν ἐκ μικρῶν ἐπὶ τὰ χείρω φέρηται τὸ πάθος, τότε δὴ, τότε καταφανῆ καὶ ἀσχήμονα γενέσθαι λέγει, καὶ λόγον οὐκ ἔχοντα τὸν τοῖς ἐγκλήμασι συνειπεῖν 68.996 δυνάμενον ∆ιὰ τοῦτό φησι· «Καὶ ὁ λεπρὸς, ἐν ᾡ ἐστιν ἡ ἁφὴ, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κεκλήσεται πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπ' αὐτοῦ ἡ ἁφὴ, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται, κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή.» Τὸ μὲν γὰρ παραλελύσθαι τὰ ἱμάτια, καὶ ἀκατακάλυπτον εἶναι τὴν κεφαλὴν, ὑπεμφήνειεν ἂν καὶ μάλα σαφῶς. τὸ ἀκρύπτως ἀσχημονεῖν. Τὸ δέ γε περιβεβλῆσθαι περὶ τὸ στόμα, τὸ, οἱονείπως ἀπολογίαν οὐκ ἔχειν, καὶ εἰπεῖν δύνασθαι μηδὲν, ἐγκαλοῦντος Θεοῦ τὴν ἀκαθαρσίαν. Τὸ δέ γε τῆς παρεμβολῆς ἐξοίχεσθαι δεῖν, τύπος ἂν εἴη πάλιν, τοῦ μηκέτι τοῖς τῶν ἁγίων αὐτὸν συναυλίζεσθαι χοροῖς, πληθύος δὲ ὥσπερ τῆς ἱερᾶς ἐξωστρακισμένον, ἀμέτοχον ἔσεσθαι παντὸς ἀγαθοῦ. {ΠΑΛΛ.} Ὡς δεινὸν τὸ χρῆμα καὶ ἀπευκτόν. {ΚΥΡ.} Παντάπασι μὲν οὖν, ὦ Παλλάδιε, τοιγάρτοι καὶ ἔφασκεν ὁ θεῖος ἡμῖν ∆αβίδ· «Ἁμαρτίας νεότητος μου, καὶ ἀγνοίας μου, μὴ μνησθῇς, κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.» ∆ιὰ πάντων δὲ ὥσπερ ἱεὶς ὁ νόμος, τῆς ἐνούσης ἀκριβείας αὐτῷ τὴν ἔνδειξιν, καὶ μέχρι σκευῶν, ἐρίου δὴ λέγω, καὶ κρόκης, καὶ στήμονος, καὶ δερματίνου σκεύους· «Εἰ λέπρα γένοιτο,» φησὶν, «καὶ τούτων ἑνὶ συμβαίνοι τὸ πάθος, καταθρείτω πάλιν ὁ ἱερεὺς, καὶ ἀφοριζέτω τὴν ἁφήν· καὶ εἰ μή τις γένοιτο μεταδρομὴ τῆς σημασίας ἐπὶ τὸ ἄμεινον, δαπανάσθω πυρί.» Λέπρα γὰρ ἔμμονός ἐστι, φησί. Πλὴν, ἀποπλύνεσθαι δεῖν ἐπιτάττει τὸ πεπονθός· καὶ εἰ μετὰ τοῦτο φαίνοιτο τὸ πάθος ἐμπεφυκὸς, πυρὶ δίδωσι λοιπὸν, ὡς ἀχρεῖον παντελῶς, ἐρίῳ που πάλιν τάχα καὶ κρόκῃ, στήμονί τε καὶ δέρμασι παρεικάζων τὰ καθ' ἡμᾶς. Ὅτι γὰρ ἐρίων ἢ κρόκης, ἤγουν τῶν ἑτέρων, οὐδεὶς ἂν γένοιτο παρὰ Θεῷ λόγος, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Παγχάλεπον οὖν ἐγκλημάτων εἶναι δώσομεν, τὸ μετὰ κάθαρσιν καὶ ἀπόνιψιν, ἣν ἂν ὁ Χριστὸς ἐν ἡμῖν ἐργάσαιτο, μὴ ἀποφέρεσθαι μολυσμῶν, ἀλλὰ ἔμμονον εἰς αὐτοὺς ποιεῖσθαι τὴν στάσιν. Εἰ γὰρ μηδὲν ὀνίνησιν ἀπονίζων ἡμᾶς ὁ Χριστὸς, πυρὶ παραδίδωσι κολασθησομένους, καθάπερ ἀμέλει καὶ ὁ κατὰ νόμον ἱερεὺς, οὐδὲν ὠφελήσας τὴν κρόκην, ἤτοι τὸν στήμονα, διὰ τῆς ἐκπλύσεως, κατεπίμπρα λοιπόν. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Λέπραν δὴ οὖν ὁ νόμος, τὴν ὡς ἐν ἔργοις νέκρωσιν ὑποφαίνει καλῶς, ἀφ' ὧν ἄν τις ἴδοι σαφῶς τε καὶ αἰσθητῶς τὰς τῶν ἀφανεστέρων ἐννοίας ἀνακομίζων ἀστείως, καὶ σαρκικοῖς παραδείγμασι καταλευκαίνων τὰ νοητά. Πλουσίαν δὲ ὥσπερ ἡμῖν τῶν ἐν ψυχαῖς μολυσμῶν παρατιθεὶς τὴν γνῶσιν, καὶ