De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον, θυσία ἐστὶν, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.» Συνίης οὖν ὅπως τὸ τοῦ προσκομίζοντος ὑπέμνησε ταπεινόν· ψυχὴν γὰρ ἁπλῶς, κἂν εἰ πολὺ τὸ ἄσημον ἔχοι κατὰ τόνδε τὸν βίον, ὁ θεῖος ἡμῖν ὀνομάζει νόμος, τὸ τῆς ἀνωτάτω φύσεως περὶ πάντας ἶσον καὶ ἀπροκλινὲς κἀν τούτῳ δεικνὺς, καθάπερ ἀμέλει καὶ ἐν τῷ φάναι πάλιν, ὅτι «Πᾶσαι αἱ ψυχαὶ, ἐμαί εἰσιν.» Ἀπροσωπόληπτον γὰρ τὸ θεῖον, καθάπερ ἔφην ἀρτίως. Οὐκοῦν εἴπερ ἕλοιτό τις τῶν οὐκ ἐχόντων, φησὶ, τὸ ἐπιφανὲς ἐν κόσμῳ, δωροφορεῖν τῷ Θεῷ, σεμίδαλις ἔσται τῆς θυσίας ὁ τρόπος. πλὴν ἐλαιόδευτος καὶ ἀναμὶξ λιβάνῳ· ὅτι 68.1024 δὲ ζωῆς μὲν εἰς τύπον ἡ σεμίδαλις, ἱλαρότητος δὲ τῆς ὡς ἐν ἐλπίδι, τὸ ἔλαιον, λίβανός γε μὴν, εὐωδίας τῆς ὡς ἐν ἔργοις καὶ κατορθώμασιν, καὶ βίῳ συννομωτάτῳ, πολὺς ἡμῖν διεσάφησε λόγος. Χρῆναι δὲ οὖν εὖ μάλα φησὶν ὁ νόμος, τοὺς οἵπερ ἂν ἕλοιντο κατευφραίνειν ἐν ἑαυτοῖς τὸν τῶν ὅλων Θεὸν, ἀνατιθέναι τε καὶ ἀφιεροῦν αὐτῷ τὴν οἰκείαν ζωὴν, οὐκ ἐπὶ τοῖς ἱδρῶσι τοῖς ὑπὲρ ἀρετῆς στυγνάζοντας· («Μὴ γὰρ δὴ γογγύζετε,» φησὶν ὁ θεσπέσιος Παῦλος), εὐωδίας δὲ τῆς νοητῆς ἐκμεμεστωμένην· ἀνοίσει γὰρ τότε τὸ μνημόσυνον αὐτῆς ὁ ἱερεὺς τῷ Θεῷ. Προσελευσόμεθα γὰρ ἐν Χριστῷ τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς πνευματικῆς θυσίας, τὸ καὶ ἐν μνήμῃ κεῖσθαι τῇ παρ' αὐτῷ κερδαίνοντες. ∆ι' ὧν γὰρ εὐδοκιμεῖν εἰθίσμεθα, διὰ τούτων αὐτῶν ἀποφανούμεθα, ὅτι καὶ μνήμης ἄξιοι, καὶ ἐν γνώσει Θεοῦ γεγόναμεν ἐν Χριστῷ. {ΠΑΛΛ.} Ἀστειότατα ἔφης. {ΚΥΡ.} Ἐπισυνάπτει δὲ τούτοις· «Ἐὰν δὲ προσ-φέρῃς δῶρον, θυσίαν πεπιλημένην ἐν κλιβάνῳ, δῶρον Κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ. Ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρον αὐτοῦ, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ, ἄζυμα ἔσται· καὶ διαθρύψεις αὐτὰ κλάσματα, καὶ ἐπιχεεῖς ἐπ' αὐτὰ ἔλαιον, θυσία ἐστὶ Κυρίῳ. Ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου, σεμίδαλις ἐλαίῳ ποιηθήσεται. Ἐὰν δὲ προσφέρῃς θυσίαν τῶν πρωτογεννημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ Κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεννημάτων, καὶ ἐπιθήσεις ἐπ' αὐτὰ λίβανον· θυσία ἐστί. Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστι τῷ Κυρίῳ. {ΠΑΛΛ.} Ὡς βαθὺ τὸ χρῆμα τοῦ νόμου! Φράζε δὴ οὖν, ὅπως καὶ τοῖς ὧδε λεπτοῖς τὸν νοῦν ἐνιέντες, οὐκ ἀπὸ σκοποῦ βαδιούμεθα. {ΚΥΡ.} Ἐκεῖνο, οἶμαί που, ἄξιον, τὸ τοῦ νόμου προμηθὲς καὶ λίαν εὐτεχνές· εἴσῃ γὰρ δὴ διὰ τρόπου παντὸς, καὶ προσίεται μὲν τὸ βραχὺ κομιδῇ, χαρίζεται δὲ καὶ αὐτῷ πανταχῆ τὸ εὐῶδες καὶ ἱλαρόν· διεπύθου γάρ που καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· «Καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν ἀδελφῶν τούτων τῶν μικρῶν ποτήριον ψυχροῦ, μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.» Τοιουτονί τι κἀνθάδε διαλογίζεσθαι χρὴ, καὶ τὴν τοῦ νομοθέτου χρηστότητα ταῖς αὐτῷ πρεπούσαις κατακροτεῖν εὐφημίαις. Προσίεται γὰρ, ὡς ἔφην, κἂν εἰ ἕλοιτό τις καὶ τοῖς ἄγαν εὐτελεστάτοις πληροῦν τὰ νενομισμένα. Εἴτε γὰρ ἄρτος εἴη, φησὶν, εἴτε καὶ λάγανον ἓν, εἴτ' οὖν ἐκ κλιβάνου καὶ ἀπὸ τηγάνου, καὶ μὴν καὶ ἐσχάρας, καὶ ἥκιστα μὲν ἐκ πυρῶν, χίδρα δὲ εἴη καὶ ἐρικτὰ, τουτέστιν, ἐξ ὀσπρίων ἄλευρον, ἐλαίῳ δεδεύσθω τὸ προσκομισθὲν, καὶ καταπλουτείτω πάλιν ἐφ' ἑαυτῷ τὸν λίβανον. Ἔοικε δέ πως ἔν γε δὴ τούτοις ὁ λόγος, τὰς διὰ πυρώσεώς τε καὶ πόνων καὶ μέντοι καὶ συντριβῆς εὐδοκιμήσεις 68.1025 ἡμῖν τῶν ἁγίων ὑποδηλοῦν. Κλίβανος γὰρ καὶ ἐσχάρα, καὶ μὴν καὶ τὸ μύλῳ καταλεπτύνεσθαι, σημεῖά που πάντως εἶεν ἂν συντριβῆς τε καὶ πόνου δοκιμαζομένων ὡς διὰ πυρός. Τοιγάρτοι καὶ κεκράγασι, τὴν οὕτως εὐκλεᾶ διαστείχοντες τρίβον· «Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν ∆αβίδ· «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ἀλλ' ὅτι τοῖς ὧδε πεπονηκόσι, τὸ ἐν εὐωδίᾳ γενέσθαι Χριστοῦ, πάντη τε καὶ πάντως ἕποιτο ἂν εἰκότως· καὶ μὴν ὅτι καὶ τὸ ἐλεεῖσθαι δεῖν, καὶ τῇ τοῦ Πνεύματος χάριτι