De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
δὲ καὶ ἐν τῇ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς, καθ' ἢν ἡ νηστεία, τῶν σαρκικῶν ἐπιθυμιῶν, τὴν νέκρωσιν, καὶ τὴν ἐκ τῶν ἐπιγείων παθῶν ἀποφοίτησιν ἐφ' ἑαυτῇ καταγράφουσα, τὴν αὐτὴν θυσίαν ἀποπεραίνεσθαι δεῖν κατὰ τὸν ἴσον τῇ πρώτῃ τρόπον, καὶ ὅπως ἂν ἔχοι τῶν δρωμένων ἡ δύναμις κατά γε τὸν πρέποντα ταῖς θεωρίαις λόγον, διαρκῶς εἰρήκαμεν. {ΠΑΛΛ.} Μεμνήσομαι. {ΚΥΡ.} Θεσμοθετεῖ δὲ αὖ καὶ τίνες ἂν γένοιντο πρὸς ἡμῶν θυσίαι τῇ Σκηνοπηγίᾳ πρέπουσαι, καὶ φησί· «Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τοῦ ἐπικληθέντος ἁγία ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας, καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας, τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας Ἄμωμοι ἔσονται. Αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ. Τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, ἐπὶ τοῖς τρισκαίδεκα μόσχοις, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, ἐπὶ τοὺς δύο κριούς. ∆έκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνοὺς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς, αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.» Εἶτα καθ' ἡμέραν ἑνὸς ὑπεξαιρομένου μόσχου, τὰ τῆς θυσίας ἐν ἴσῳ τρόπῳ τε καὶ μέτρῳ. ∆ύο γὰρ οἱ κριοὶ, καὶ ἀμνοὶ δεκατέσσαρες, καὶ χίμαρος εἷς. Καὶ γοῦν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχοι προσεκομίζοντο δύο καὶ δέκα· ἕνδεκα δὲ τῇ τρίτῃ, τῇ δὲ τετάρτῃ δέκα· καὶ ἐννέα τῇ πέμπτῃ, ὀκτὼ τῇ ἕκτῃ, καὶ ἑπτὰ κατὰ τὴν ἑβδόμην. Συνίης οὖν ὅτι καθ' ἑκάστην, ἡμέραν ὁ τῶν μόσχων ἀριθμὸς ἐν ὑφέσει μόνος, ἐν ἴσῳ γε μὴν ὅ τε τῶν κριῶν, καὶ μὲν καὶ ὁ τῶν ἀμνῶν τὰ τῆς σεμιδάλεως, καὶ τῶν ἐκχεομένων. {ΠΑΛΛ.} Καὶ τί τὸ χρῆμα, ὦ τᾶν; ἀνθ' ὅτου δὲ δὴ μόσχοι μὲν ἐν ἀρχαῖς τρισκαίδεκα, ἐν ὑφέσει δὲ 68.1121 καθ' ἡμέραν ἑνὸς ὑποκλεπτομένου. Κριοὶ δὲ δὴ πάλιν δύο καὶ ἀμνοὶ δεκατέσσαρες, χιμάρου τοῖς θύμασιν ἐπενηνεγμένου. {ΚΥΡ.} ∆υσκάτοπτος μὲν, ὦ Παλλάδιε, τῶν τεθεσπισμένων ὁ νοῦς, καὶ ἀμυδρὸν τῇ φύσει τὸ χρῆμά ἐστι. Πειράσομαι δὲ ὡς ἔνι, τό γε εἰς νοῦν ἧκον εἰπεῖν. Μεθαρμόσεις δὲ ὅ τι πρὸς τὸ ἄμεινον αὐτὸς, εἰ μὴ κατ' εὐθὺ διᾴττοιμι τοῦ σκοποῦ. {ΠΑΛΛ.} ∆ιακείσομαι. {ΚΥΡ.} Ἔοικε τοίνυν τὸ θεῖον ἡμῖν χρησμῴδημα τήν τε τῶν ἐξ Ἰσραὴλ ἐν νόμῳ παιδαγωγίαν, καὶ τῶν διὰ πίστεως εἰσκεκομισμένων εἰς ἁγιασμὸν ἀνατυποῦν τὴν κλῆσιν. ∆ηλοῖ δὲ, οἶμαί που, τῆς θυσίας τὸ αἴνιγμα, ὅτι δύο μὲν ἤστην καιροὶ καθ' οὓς ἂν νοοῖντο πεπαιδαγωγῆσθαι πρὸς θεογνωσίαν καὶ εἰς νομικὴν πολιτείαν, αἱ τῶν Ἰουδαίων ἀγέλαι. Τίνες δ' ἂν εἶεν οἱ τοιοίδε καιροὶ, ἢ ἐκεῖνοί που πάντως καθ' ὃν ἦν ἔτι που Μωσῆς, Ἰησοῦς τε καὶ κριταὶ, καὶ καθ' ὃν οἱ προφῆται μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ, τοῦ καὶ περισσότερον ἔχοντος κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀποστολῆς δηλονότι καὶ λειτουργίας προφητικῆς. Ἀλλ' ἐν καιροῖς τοῖς δυσὶν ὑπεμφαίνει τὸ Γράμμα τὸ ἱερὸν γεγενῆσθαί τινας βίου μὲν τρίβον ἰόντας τὴν ἐπαινουμένην ἐν νόμῳ, πλὴν οὐκ ἐν ἴσῳ μέτρῳ, καὶ εἰσάπαν ἐμφερεστάτην, δυνάμει τε καὶ εὐεξίᾳ πνευματικῇ. Οἱ μὲν γὰρ ἦσαν τῆς ἀνωτάτω τυχὸν, ἧς ἂν τύπος ὁ μόσχος. Ἕτεροι δὲ αὖ, τῆς ὡς ἐν μεσότητι νοουμένης. Σημεῖον δ' ἂν γένοιτό που καὶ τοῦδε, κριός. Καὶ τρίτοι πρὸς τούτοις, τῆς ἐπὶ βραχὺ μειονεκτουμένης καὶ ἐνυφιζάνοντι μέτρῳ, καθάπερ ἀμέλει παρέσται νοεῖν ὡς ἐν μεγέθει σωματικῷ τοῖς ἀμνοῖς. Ἢ γὰρ, οὐχὶ μείων μὲν μόσχου κριὸς, ὑποκάθηται δὲ τοῦ κριοῦ μέγεθος, ὁ ἀμνός; {ΠΑΛΛ.} Φημὶ, πῶς γὰρ οὔ; {ΚΥΡ.} Οὐκοῦν τῆς ἑκάστου ποσότητος, δῆλον δὲ ὅτι τῆς ἐν ἐπιεικείᾳ, τύπος ἂν εἴη καὶ μάλα σαφὴς, τὰ ὠνομασμένα τῶν ζώων. Ἐπειδὴ δὲ τὸ προὖχον ἀεὶ καὶ ἀπόλεκτον, μεῖόν πως ἐν ἀριθμῷ, τοῦ δευτέρου δὲ καὶ τρίτου, σπάνιον γὰρ, ταύτῃτοι τρισκαίδεκα μόσχοι, δέκα δὲ οἱ κριοὶ, καὶ δεκατέσσαρες οἱ ἀμνοί. Ἐπειδὴ δὲ δύο τοὺς κριοὺς εἶναί φαμεν, ἐν διπλῷ τῶν θυμάτων ὁ ἀριθμός. Ἀντὶ γὰρ ἀμνῶν ἑπτὰ, δεκατέσσαρες οἱ μόσχοι, δύο γε μὴν, οἱ κριοί· ἢ οὐκ εἰκὸς σεπτούς τε καὶ ἱεροὺς γενέσθαι πολλοὺς, καὶ κατά γε τὴν ἐν νόμῳ