De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
δικαιοσύνην αὐχοῦντας τὸ ἄμεμπτον; καθάπερ ἀμέλει περί τε Ζαχαρίου καὶ τῆς Ἐλιζάβετ ὁ θεῖος ἡμῖν γέγραφεν εὐαγγελιστὴς, ὅτι «Ἦσαν δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου, ἄμεμπτοι.» {ΠΑΛΛ.} Φημί· καὶ γάρ που Θεὸς τὴν τῶν Ἰουδαίων μητέρα κατῃτιᾶτο λέγων· «Πῶς ἐγένου πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ;» {ΚΥΡ.} Ἦν οὖν ἄρα δικαιοσύνη κατὰ νόμον, καθ' ἢν καὶ εἰκὸς γενέσθαι δοκιμωτάτους ἐν ὑπακοῇ Θεοῦ, 68.1124 καὶ οὐχὶ δὴ πάντως τελειοῦντος εἰς ἁγιασμὸν τοῦ νόμου. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Οὐκοῦν τὴν τοῦ Ἰσραὴλ κλῆσιν ὑποσημαίνοντες, ὡς ἐν ὑπερτάτοις τε καὶ μέσοις, καὶ τοῖς ἔτι μείοσι, μόσχοι τε καὶ κριοὶ, καὶ μὴν καὶ ἀμνοὶ κατεθύοντο τῷ Θεῷ, καὶ ἐν ἐλάττοσιν ἀεὶ τῶν μόσχων ὁ ἀριθμὸς, ὡς ἐκλειπόντων ἀεὶ τῶν ἐξειλεγμένων καὶ τῶν ἐν ὑπεροχαῖς, καὶ δοκιμωτάτων, τὴν σπάνιν νοσοῦντος ἀεὶ τοῦ καιροῦ, καὶ μέχρι τῆς ἑβδόμης, τοῦτ' ἔστι, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ' ὂν ὁ σαββατισμὸς ἐν πνεύματι, καὶ κατάληξις ἔργων τῶν εἰς ἁμαρτίαν ἀνέφυ λοιπόν. ∆εδικαιώμεθα γὰρ ἐν Χριστῷ, καταῤῥέοντος ἤδη πρὸς τέλος τοῦ παρόντος αἰῶνος. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦδε πάλιν, τῆς ὅλης ἡμῖν ἑβδομάδος ὡς ἐν ἐσχάτοις τὸ Σάββατον κείμενον. Ταύτῃτοι σοφῶς ἵστησι μὲν ὁ νόμος φησὶ μέχρι τοῦ Σαββάτου τῶν ἀρχαίων θυμάτων τὴν προσκομιδὴν, τοῦτ' ἔστι, τὴν ἐν νόμῳ κλῆσιν, καὶ τὴν κατ' αὐτὸν ἱερουργίαν, ἀντεισφέρει δὲ ὥσπερ τὴν ἐν Χριστῷ λέγων· «Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξόδιον ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ, καὶ προσάξετε ὁλοκαύτωμα κάρπωμα εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· ταῦτα ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰς θυσίας ὑμῶν, καὶ τὰς σπονδὰς ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν.» Ἀκούεις τοῦ νόμου λέγοντος ἐναργῶς· «Ἐξόδιόν ἐστιν;» Ἐκβέβηκε γὰρ ἡ ὡς ἐν σκιαῖς λατρεία, καὶ ἡ ἐν τύπῳ παίδευσις, κατὰ τὴν ὀγδόην, καθ' ἢν ἀνεβίω Χριστὸς, καὶ τῆς ἐν πνεύματι περιτομῆς εἰσπέπαικεν ὁ καιρός. Ἐξεκλείσθη μὲν γὰρ ἡ ἀρχαία τῶν κεκλημένων πληθὺς, ἔγκλημα νοσοῦσα τὴν ἀπιστίαν, ἀντανέφυ δὲ ὥσπερ λαὸς ὁ νέος, καὶ διαπρέπων μὲν ἰσχύϊ πνευματικῇ, τοῦτο γὰρ ὁ μό-σχος, εὐδοκιμῶν δὲ τελείως, ὡς ἐν ἡλικίας πληρώ- ματι, τοῦτο γὰρ ὁ κριὸς, τῆς δὲ ἐν Χριστῷ νηπιότη-τος καὶ ἀκακίας τὸ ἐξαίρετον κάλλος, τοῦτο γὰρ ὁ ἀμνὸς, εἰ καὶ ἐν πληθύϊ νοοῖτο τῇ τελειοτάτῃ. Τὸ γὰρ εἶναι λέγειν ἑπτὰ τοὺς ἀμνοὺς, τοῦτό που πάν-τως ὑποδηλοῖ. Ἕπεται γὰρ καὶ ὁ χίμαρος. Ἐν Χρι-στῷ γὰρ εὐδοκιμεῖ διὰ πίστεως, εἰς ὀσμὴν εὐωδίας ἀναβαίνων τῷ Θεῷ, καθὰ πολλάκις εἰρήκαμεν. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Ὅτι δὲ σαββατιοῦμεν ἐν Χριστῷ, κατα-λύοντες εἰς ἀνάπαυσιν, διά γε τοῦ δεῖν σπουδασμά-των ἡμᾶς καταλῆξαι κοσμικῶν καὶ γεωδεστέρας φροντίδος οὐκ ἀνεχομένους ἔτι, κατατρυφῶντας δὲ μᾶλλον τοῦ Κυρίου, καθὰ γέγραπται, καὶ κλῆρον ἔχοντας παρ' αὐτῷ τὸν ἐξαίρετον, σαφηνιεῖ λέγων ἐν 68.1125 τῷ Λευϊτικῷ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλη-σον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀνα-παύσητε τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, Σάββατα τῷ Κυρίῳ· ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τε-μεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐ-τῆς, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ Σάββατα. Ἀνάπαυσις ἔσται τῇ γῇ ὑμῶν, Σάββατα τῷ Κυρίῳ. Τὸν ἀγρόν σου οὐ σπερεῖς, καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς, καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθε-ρίσεις, καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις, ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ, καὶ ἔσται τὰ Σάββατα τῆς γῆς βρώματά σοι, καὶ τῷ παι-δί σου, καὶ τῇ παιδίσκῃ σου, καὶ τῷ μισθωτῷ σου, καὶ τῷ