Catechesis ad illuminandos 2 (exemplar alterum)

 τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ' ὀλίγα· Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἄχρις οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Οὐκ ἔξωθεν ἐπεισηνέχθη· ἐγέννησας τὸ κα

 ἀλλ' οὐχ ἁπλῶς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ, τοῖς γινώσκουσί με. Ἔστι καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν. Ιʹ. Κἂν ὁλόκληρος λαὸς ἁμάρτῃ,

 Μονονουχὶ ἡμεροῖ τὸ διάπυρον τοῦ προφήτου συγκαταβῆναι· Οὐκ ἐπάξω γὰρ, φησὶ, τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν οὐκ ἀπέστη τῆς πονη

 τὸν ναὸν ἐνέπρησε. Πόσων ἦν τιμωριῶν ἄξιος, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμπρῆσαι τὰ ἅγια, ἐπὶ τῷ τὸν λαὸν αἰχμαλωτῆσαι, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ναοῖς

τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ' ὀλίγα· Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἄχρις οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Οὐκ ἔξωθεν ἐπεισηνέχθη· ἐγέννησας τὸ κακόν. Καὶ διὰ τὰς ἁμαρτίας σου ἐτραυματίσθης, καὶ ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ὁ Κύριος πάλιν ἐν Εὐαγγελίοις λέγει· Ἐθεώρουν τὸν Σατανᾶν 33.413 ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα ἐπὶ τὴν γῆν. Βλέπεις Παλαιᾶς συμφωνίαν πρὸς Καινήν; Οὗτος πεσὼν συναπέστησεν πολλούς· οὗτος ἐκβάλλει τὰς ἐπιθυμίας τοῖς πειθομένοις· ἐκ τούτου μοιχεία, πορνεία, καὶ πᾶν εἴ τι κακόν. ∆ιὰ τοῦτον ὁ προπάτωρ ἡμῶν ἐκ παρακοῆς πέπτωκεν, καὶ ἀντὶ παραδείσου αὐτομάτως φέροντος καρποὺς, ἀκανθοφόρον ἔσχεν γῆν. Εʹ. Τί οὖν; ἐρεῖ τις· ἀπολώλαμεν· ἡ ἁμαρτία δεινὸν, καὶ οὐκ ἔστι σωτηρία; πεπτώκαμεν, καὶ οὐκ ἔστιν ἀναστῆναι; ἐτυφλώθημεν, καὶ οὐκ ἔστιν ἀναβλέψαι; χωλοὶ γεγόναμεν, καὶ οὐκ ἕστιν ἀρτιποδῆσαι; ἵνα ἄρτι τὸ σύντομον εἴπωμεν, ἀπεθάνομεν, οὐκ ἔστιν ἀναστῆναι; Ἆρα ὁ τὸν Λάζαρον τετραήμερον ἐγείρας τὸν ὀδωδότα, οὐ δύναται ἀναστῆσαι; ὁ τὸ τίμιον αἷμα ὑπὲρ ἡμῶν ἐκχέας, οὐ δύναται ἡμᾶς ῥύσασθαι τῆς ἁμαρτίας; Μὴ ἀπογνῶμεν ἑαυτοὺς, ἀδελφοὶ, μὴ ῥίψωμεν ἑαυτούς· ὥσπερ τι δεινόν ἐστι μὴ πιστεύειν εἰς μετάνοιαν. Ὁ μὴ προσδοκῶν γὰρ τὴν σωτηρίαν, προστίθησι τὰ κακά· ὁ δὲ τὴν ἰατρείαν ἐλπίσας, εὐμαρῶς λοιπὸν ἑαυτοῦ φείδεται. Λῃστὴς ὁ μὴ δωρεὰν προσδοκῶν, εἰς ἀπόνοιαν αὔξει· ἐλπίσας δὲ, εἰς μετάνοιαν χωρεῖ πολλάκις. Εἶτα ὄφις μὲν ἀποτίθεται τὸ γῆρας· ἡμεῖς δὲ οὐκ ἀποτιθέμεθα τὴν ἁμαρτίαν; Καὶ ἀκανθώδης γεωργηθεῖσα γῆ, εἰς καρποφόρον μετέβαλεν· ἡμεῖς δὲ διδασκόμενοι οὐ βελτιωσόμεθα; Ἐπιδέχεται ἡ φύσις τὴν σωτηρίαν, ζητεῖ δὲ τὴν προαίρεσιν. ʹ. Φιλάνθρωπος ὁ Θεὸς, φιλάνθρωπος δὲ οὐκ ὀλίγον. Μὴ εἴπῃς· Ἐπόρνευσα, ἐμοίχευσα, τὰ δεινά μοι πέπρακται· ἆρα συγχωρήσει ὁ Θεός; Ἄκουε τί λέγει ὁ Ψαλμῳδός· Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε! Οὐ νικᾶ σου τὰ συναχθέντα ἁμαρτήματα τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· οὐ νικᾷ σου τὰ τραύματα τὴν ἰατρικὴν ἐμπειρίαν. ∆ὸς μόνον σεαυτὸν διὰ πίστεως· λέγε τῷ ἰατρῷ τὴν κάκωσιν, εἰπὲ καὶ αὐτὸς κατὰ τὸν ∆αβίδ· Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Ζʹ. Θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, εἰ τοῖς ῥητοῖς τῆς Γραφῆς οὐ πάνυ πιστεύεις, νεωστὶ εἰσελθὼν εἰς τὴν κατήχησιν; Θέλεις ἰδεῖν ἄλλους οὕτως σωθέντας, ἵνα πιστεύσῃς, ὅτι καὶ ἐπὶ σοῦ δυνατὸν οὕτω γενέσθαι; θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν πολλήν; Παρήκουσεν Ἀδὰμ ὁ πρωτόπλαστος Θεοῦ. Οὐκ ἠδύνατο εὐθέως ἐπαγαγεῖν τὸν θάνατον; ἀλλ' ὁ φιλανθρωπότατος ἐκβάλλει μὲν τοῦ παραδείσου, κατέναντι δὲ κατοικίζει, ἵνα βλέπων ἐκ μετανοίας σωθῇ. Κάϊν ἀδελφοκτόνος, εὑρετὴς τῶν κακῶν, ἀρχηγὸς τῶν φόνων, φθονερὸς πρῶτος καὶ ἀνελὼν, τί καταδικάζεται; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Μέγα τὸ ἁμάρτημα, μικρὰ ἡ τιμωρία. Ηʹ. Φιλανθρωπία μὲν ἀληθῶς, ἀλλ' ἕτι μικρά. Λόγισαι τὰ ἐπὶ Νῶε. Ἥμαρτον οἱ γίγαντες παρανομίᾳ 33.416 τοσαύτῃ, ὥστε κατακλυσμὸς ἔμελλεν ἔρχεσθαι. Τῷ πεντακοσιοστῷ ἔτει λέγει τῷ Νῶε, τῷ ἑξακοσιοστῷ ἐπάγει τὸν κατακλυσμὸν ἐπὶ τὴν γῆν. Βλέπεις πλάτος φιλανθρωπίας Θεοῦ εἰς ἑκατὸν ἔτη ἐπιτεινόμενον; Ὅπερ ἐποίησε τότε, παραχρῆμα οὐκ ἠδύνατο ποιῆσαι; ἀλλ' ἐπίτηδες παρέτεινεν, ἔνδοσιν διδοὺς μετανοίας. Βλέπεις Θεοῦ ἀγαθότητα; Εἴθε μετενόησαν οἱ τότε! καὶ ἐτύγχανον Θεοῦ φιλανθρωπίας. Θʹ. Ἐλθὲ λοιπὸν καὶ ἐπὶ τοὺς ἄλλους τοὺς ἐκ μετανοίας σωθέντας, κἂν ἐν γυναιξίν. Ἐπόρνευσας, ἐμόλυνας τὸ σῶμα, ἄχρηστος γέγονας· ἆρα ἔστι σωτηρία; ἐρεῖς. Ἀπόβλεψον, ὦ γύναι, εἰς τὴν Ῥαὰβ, καὶ θάρσησον εἰς τὴν σωτηρίαν. Ἡ φανερῶς καὶ δημοσίᾳ πορνεύσασα σώζεται. Πῶς ἐσώθη ἐκείνη; Ἐπίστευσεν· εἶπεν μόνον· Ὁ Θεὸς ὑμῶν, ὁ Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ὁ Θεὸς ὑμῶν· ἑαυτῆς γὰρ οὐκ ἐτόλμησεν εἰπεῖν διὰ τὴν ἀσέλγειαν. Μίμησαι τὴν πίστιν, καὶ δέξαι τὴν σωτηρίαν. Καὶ θέλεις γνῶναι, ὅτι ἐσώθη; ἀνάγραπτόν ἐστιν ἐν Ψαλμοῖς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος. Ὢ μεγάλης Θεοῦ βουλῆς καὶ φιλανθρωπίας, καὶ πορνῶν μνημονευούσης ἐν Γραφαῖς!