Catechesis ad illuminandos 2 (exemplar alterum)

 τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ' ὀλίγα· Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἄχρις οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Οὐκ ἔξωθεν ἐπεισηνέχθη· ἐγέννησας τὸ κα

 ἀλλ' οὐχ ἁπλῶς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ, τοῖς γινώσκουσί με. Ἔστι καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν. Ιʹ. Κἂν ὁλόκληρος λαὸς ἁμάρτῃ,

 Μονονουχὶ ἡμεροῖ τὸ διάπυρον τοῦ προφήτου συγκαταβῆναι· Οὐκ ἐπάξω γὰρ, φησὶ, τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν οὐκ ἀπέστη τῆς πονη

 τὸν ναὸν ἐνέπρησε. Πόσων ἦν τιμωριῶν ἄξιος, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμπρῆσαι τὰ ἅγια, ἐπὶ τῷ τὸν λαὸν αἰχμαλωτῆσαι, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ναοῖς

ἀλλ' οὐχ ἁπλῶς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ, τοῖς γινώσκουσί με. Ἔστι καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν. Ιʹ. Κἂν ὁλόκληρος λαὸς ἁμάρτῃ, οὐ νικᾷ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐμοσχοποίησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστη ὁ Θεὸς τῆς φιλανθρωπίας· ἠρνήσαντο οἱ ἄνθρωποι Θεὸν, ἀλλ' ὁ Θεὸς αὐτὸν οὐκ ἠρνήσατο. Οὗτοι οἱ θεοὶ τοῦ Ἰσραήλ· καὶ πάλιν ὁ Θεὸς τοῦ Ἰσραὴλ ὁ σωτήρ. Καὶ οὐ μόνος ὁ λαὸς ἥμαρτεν, ἀλλὰ καὶ Ἀαρὼν ὁ ἀρχιερεύς· Μωϋσῆς ἐστιν ὁ λέγων· Καὶ ἐπὶ Ἀαρὼν ἐγένετο ὀργὴ Κυρίου, καὶ ἐδεήθην, φησὶν, ὑπὲρ αὐτοῦ, καὶ συνεχώρησεν αὐτῷ ὁ Θεός. Μωϋσῆς δυσωπεῖ τὸν Θεὸν ὑπὲρ ἀρχιερέως· καὶ Υἱὸς μονογενὴς αἰτῶν οὐ δυσωπεῖ τὸν Θεόν; Εἶτα τὸν Ἀαρὼν πταίσαντα οὐκ ἐκώλυσεν εἰσελθεῖν εἰς ἀρχιερωσύνην· σὲ δὲ ἐξ ἐθνῶν ἐλθόντα κωλύσει ἐλθεῖν εἰς σωτηρίαν; μετανόησον καὶ αὐτὸς ὁμοίως, καὶ οὐ κεκώλυταί σοι ἡ χάρις. Ἄληπτόν σου παράστησον τὸν τρόπον· φιλάνθρωπος γὰρ ἀληθῶς ὁ Θεὸς, καὶ οὐ δύναται ὁ πᾶς χρόνος ἐξειπεῖν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· οὐδ' ἂν πᾶσαι αἱ γλῶσσαι συνέλθωσιν ὁμοῦ, οὐδὲ μέρος τῆς τοῦ Θεοῦ φιλανθρωπίας διηγήσασθαι δυνήσονται. Ἡμεῖς δὲ λέγομεν μέρος τῶν γεγραμμένων, ἀλλ' οὐκ οἴδαμεν ὅσα καὶ ἀγγέλοι; συνεχώρησεν· συγχωρεῖ γὰρ κἀκείνοις, ἐπειδὴ εἷς μόνος ἀναμάρτητος ὁ τὰς ἁμαρτίας καθαρίσας. Καὶ περὶ μὲν ἐκείνων αὔταρκες, ἡμεῖς δὲ λοιπὸν τὰ περὶ ἡμῶν. 33.417 ΙΑʹ. Θέλεις σοι καὶ ἄλλους τύπους μετανοίας παραστήσω; θέλεις ἐλθεῖν καὶ ἐπὶ τὸν ∆αβίδ; θέλεις ἰδεῖν τὸν μακάριον; λάβε τύπον μετανοίας. Ἐξέπεσεν ὁ μέγας. Μετὰ κοίτην, τὸ δειλινὸν περιπατῶν ἐπὶ τοῦ δώματος, εἶδεν ἀδιαφόρως, καὶ ἔπαθεν ἀνθρώπινον. Ἐτελέσθη ἡ ἁμαρτία, ἀλλ' οὐ συναπέθανεν ἡ εὐγνωμοσύνη. Ἦλθεν Ναθὰν ὁ προφήτης ἔλεγχος, ταχὺς ἰατρός. Ὠργίσθη, φησὶν, ὁ Θεὸς, καὶ ἥμαρτες. Τῷ βασιλεύοντι ὁ ἰδιώτης ἔλεγεν· βασιλεὺς ὁ πορφυροφόρος οὐκ ἐπήρθη· οὐ γὰρ προσεῖχε τῷ λαλοῦντι, ἀλλὰ τῷ ἀποστείλαντι· οὐκ ἐτύφωσεν αὐτὸν τὸ περιεστὼς στῖφος τῶν στρατιωτῶν· ἔβλεπε γὰρ τὸν ἀγγελικόν· Τὸν γὰρ ἀόρατον ὁρῶν ἐκαρτέρησεν. Καί φησιν τῷ ἐλθόντι, δι' ἐκείνου τῷ ἀποστείλαντι ἀποκρινόμενος· Ἡμάρτηκα τῷ Κυρίῳ. Βλέπεις βασιλέως ταπεινοφροσύνην; βλέπεις ἐξομολόγησιν; Μὴ γὰρ ᾔδει εἰ ἦν ἔλεγχος; μὴ γὰρ ᾔδεισαν οἱ πολλοί; Ὀξέως ἐπράχθη τὸ πρᾶγμα, οὐ προφήτης παρῆν, ἔλεγχος οὐ παρῆν· κἀκεῖνος ὁμολογεῖ τὸ κακόν. Ἐπειδὴ εὐγνωμόνως ὡμολόγησεν, ὀξυτάτην ἔσχε τὴν ἰατρείαν. Καὶ πάλιν Ναθὰν ὁ ἐλέγξας· Καὶ Κύριος παρεβίβασε τὴν ἁμαρτίαν σου. Βλέπεις ὀξυτάτην θυμοῦ μεταβολήν; Πλὴν παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου. Πολλοὺς ἔσχες τοὺς ἐχθροὺς, ἀλλ' ἐφρούρει σε ἡ σωφροσύνη· νῦν δὲ παρώξυνας διὰ τὴν γενομένην ἁμαρτίαν. ΙΒʹ. Ἀλλ' εἰ καὶ μάλιστα ἐκεῖνος εἶπεν, Παρεβίβασε Κύριος τὸ ἁμάρτημά σου, οὐκ ἀπέστη τῆς μετανοίας ὁ βασιλεύς· περιεβάλετο σάκκον ἀντὶ πορφύρας, ἀντὶ χρυσοκολλήτων θρόνων ἐπὶ σποδοῦ καὶ γῆς καθήμενος· ἀλλὰ καὶ σποδὸν ἔχων βρῶσιν, καθὼς αὐτός φησιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον. Ἐξέτηξεν δάκρυσιν τὸν ἐπιθυμητὴν ὀφθαλμόν. Οἱ ἄρχοντες παρεκάλουν φαγεῖν ἄρτον, καὶ οὐκ ἐπείθετο· εἰς ἑβδόμην ὁλόκληρον ἡμέραν παρέτεινε τὴν νηστείαν. Βασιλεῖς οὕτως ἐξομολογοῦνται, σὺ ὁ ἰδιώτης οὐκ ὀφείλεις ἐξομολογεῖσθαι; Καὶ μετὰ τὴν τοῦ Ἀβεσσαλὼμ ἐπανάστασιν, πολλῶν οὐσῶν ὁδῶν τῆς φυγῆς, διὰ τοῦ ὄρους τῶν Ἐλαιῶν φεύγει, μονονουχὶ τὸν Λυτρωτὴν ἐπικαλούμενος. Καταρωμένου αὐτὸν τοῦ Σεμεῒ, λέγει· Ἄφετε αὐτὸν, ὅπως ἐπίδῃ ὁ Θεὸς ἐπὶ τὴν ταπείνωσίν μου. ΙΓʹ. Βλέπεις, ὅτι καλὸν τὸ ἐξομολογήσασθαι; βλέπεις, ὅτι ἔστι σωτηρία; Καὶ Σολομῶν ἐκπέπτωκεν· ἀλλά φησιν, τί καὶ λέγει· Ὕστερον ἐγὼ μετενόησα. Καὶ ὁ Ἀχαὰβ γέγονε παρανομώτατος, εἰδωλολάτρης, ἐξαίσιος, ὁ προφητοκτόνος, ὁ ἀλλότριος τῆς εὐσεβείας, ἀλλοτρίων ἀγρῶν ἐπιθυμητής. Ἀλλ' ὅτε τὸν Ναβουθαὶ ἀπέκτεινεν, ἐλθόντος Ἠλίου τοῦ προφήτου, καὶ μόνον ἐπαπειλήσαντος, περιεβάλετο σάκκον, καὶ ἔῤῥηξε τὰ ἱμάτια· καὶ τί φησιν ὁ φιλάνθρωπος Θεός; Ἑώρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου 33.420 μου;