Catechesis ad illuminandos 2 (exemplar alterum)

 τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ' ὀλίγα· Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἄχρις οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Οὐκ ἔξωθεν ἐπεισηνέχθη· ἐγέννησας τὸ κα

 ἀλλ' οὐχ ἁπλῶς· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ, τοῖς γινώσκουσί με. Ἔστι καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν. Ιʹ. Κἂν ὁλόκληρος λαὸς ἁμάρτῃ,

 Μονονουχὶ ἡμεροῖ τὸ διάπυρον τοῦ προφήτου συγκαταβῆναι· Οὐκ ἐπάξω γὰρ, φησὶ, τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν οὐκ ἀπέστη τῆς πονη

 τὸν ναὸν ἐνέπρησε. Πόσων ἦν τιμωριῶν ἄξιος, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμπρῆσαι τὰ ἅγια, ἐπὶ τῷ τὸν λαὸν αἰχμαλωτῆσαι, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ναοῖς

τὸν ναὸν ἐνέπρησε. Πόσων ἦν τιμωριῶν ἄξιος, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμπρῆσαι τὰ ἅγια, ἐπὶ τῷ τὸν λαὸν αἰχμαλωτῆσαι, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ναοῖς εἰδώλων ἐναποθέσθαι; ἆρ' οὐκ ἦν μυρίων θανάτων ἄξιος; ΙΗʹ. Ἀλλ' εἶδες τὸ μέγεθος αὐτοῦ τῶν κακῶν· ἐλθὲ λοιπὸν ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· Ἀπεθηριώθη λοιπὸν, ὁ θηριώδη καὶ ὠμοτάτην ἔχων τὴν προαίρεσιν· ἀπεθηριώθη δὲ οὐχ ἵνα ἀπόληται, ἀλλ' ἵνα διὰ μετανοίας σωθῇ. Ὄνυχας ἔσχεν τῶν ὀρνέων· ἁρπακτικὸς γὰρ ἦν τῶν ἁγίων. Τρίχας ἔσχεν ὡς λέοντες· ὡς γὰρ λέων ἁρπάζων ἦν καὶ ὠρυόμενος. Χόρτον ἤσθιε ὡς βοῦς· κτηνώδης γὰρ ἦν, οὐκ εἰδὼς τὸν δεδωκότα τὴν βασιλείαν. Ἐβάφη αὐτοῦ τὸ σῶμα ἀπὸ τῆς δρόσου· ἐπειδὴ μετὰ τὸ γενέσθαι 33.424 τὸ μέσον τῆς καμίνου τοῖς περὶ τὸν Ἀνανίαν ὡς πνεῦμα δρόσου διασυρίζον, ἰδὼν οὐκ ἐπίστευσεν. Ἀλλ' ὕστερον μετανοεῖ σωφρονισθεὶς, ὥς φησιν αὐτός· Ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ τὸν Ὕψιστον ηὐλόγησα, καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα. Καὶ ἐπειδὴ πολυετῶς μαστιγωθεὶς ἦν, ᾔνεσεν εἰς τοὺς αἰῶνας τῷ ζῶντι, καὶ ὡμολόγησεν τὸν τὴν βασιλείαν δεδωκότα, καὶ ἐπέγνω τὸν βασιλέα τῶν βασιλευόντων. Καὶ πολλὰ μὲν τοῖς πράγμασιν ἁμαρτὼν, λόγοις δὲ μόνον ἐξομολογούμενος, τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ ἀπήλαυσεν. Ὁ καὶ πάντων παρανομώτατος, θείᾳ κρίσει καὶ φιλανθρωπίᾳ τοῦ παιδεύοντος, πάλιν μὲν τὸ βασιλικὸν περιέθετο διάδημα, πάλιν δὲ τοὺς ἀρχοντικοὺς ἀπέλαβε θρόνους. ΙΘʹ. Εἴ τις οὖν ἐν ὑμῖν ἐξ ἐθνῶν, ἢ εἰς Χριστιανοὺς βλασφημήσας ποτὲ, ἢ Ἐκκλησίαις ἁγίαις ἐν διωγμοῖς ἐπιβουλεύσας πάρεστιν, ἐχέτω τῆς σωτηρίας ὑπογραμμὸν τὸν Ναβουχοδονόσορ· ἐξομολογείσθω παραπλησίως, ἵνα καὶ τῆς ἀμνηστίας τῆς ὁμοίας τύχῃ. Εἴ τις ἐπιθυμῶν ἐμολύνθη πάθεσιν, τὴν τοῦ μακαρίου ∆αβὶδ ἀναλαμβανέτω μετάνοιαν· εἴ τις ἠρνήσατο κατὰ Πέτρον, ὑπεραποθνησκέτω πάλιν ὑπὲρ τοῦ Κυρίου Ἰησοῦ. Ὁ γὰρ ἐκείνῳ κλαύσαντι τῆς ἀποστολῆς μὴ βασκήνας, οὐδέ σοι φθονήσει τῶν εὐαγγελικῶν μυστηρίων. Καὶ γυναιξὶ μὲν ὑπογραμμὸς ἔστω εἰς σωτηρίαν ἡ Ῥαάβ· ἀνδράσι δὲ τὸ λεχθὲν τῶν παλαιῶν ἀνδρῶν ποικίλον ὑπόδειγμα. Κʹ. Πάντες δὲ εἰς τὴν Θεοῦ φιλανθρωπίαν ἀποβλέποντες, εὐέλπιδες γίνεσθε· οὐχ ἵνα τοῖς αὐτοῖς πάλιν ἁμαρτήμασιν περιπίπτωμεν, ἀλλ' ἵνα τῆς λυτρώσεως ἀπολαύσαντες, καὶ τῆς χάριτος ἄξια πράξαντες, τὸ καθ' ἡμῶν χειρόγραφον ἀγαθοεργίαις ἐξαλεῖψαι δυνηθῶμεν· τῇ δυνάμει τοῦ Μονογενοῦς, τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ ἡ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.