1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

αὐτοῖς πρεσβυτέρων, τῇ περιττοτέρᾳ ἐθελοθρῃσκείᾳ ἔθη φυλάττοντες ἃ οὐ διὰ τοῦ νόμου μεμαθήκασιν, ἀλλ' ἑαυτοῖς ἐτύπωσαν, σεβάσματα δικαιώματος τῆς νομοθεσίας. ιε. Φαρισαῖοι, ἑρμηνευόμενοι ἀφωρισμένοι, οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι· παρ' οἷς καὶ νεκρῶν ἀνάστασις ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου, ὅτι ἔστι, συγκατάθεσις, πολιτεία τε διάφορος, ἐγκράτεια ἕως χρόνου καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου, ξεστῶν καθαρισμοὶ καὶ πινάκων καὶ ποτηρίων, ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι, ἀποδεκατώσεις καὶ ἀπαρχαὶ καὶ ἐνδελεχὴς εὐχὴ καὶ σχήματα ἐθελοθρῃσκευτικὰ τῆς ἐνδυμενίας διά τοι τῆς ἀμπεχόνης καὶ τῶν δαλματικῶν ἤγουν κολοβιώνων καὶ τοῦ πλατυσμοῦ τῶν φυλακτηρίων τουτέστι σημάτων τῆς πορφύρας καὶ κρασπέδων καὶ ῥοΐσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ἐτύγχανε σημεῖα τῆς παρ' αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφερον γένεσιν καὶ εἱμαρμένην. ιςϛ. Σαδδουκαῖοι, ἑρμηνευόμενοι δικαιότατοι, οἳ ἐκ γένους μὲν ἦσαν Σαμαρειτῶν ὁμοῦ δὲ καὶ ἱερέως Σαδδοὺκ ὀνόματι, νεκρῶν μὲν ἀνάστασιν ἀρνούμενοι καὶ μὴ παραδεχόμενοι ἄγγελον μήτε πνεῦμα, τὰ δὲ λοιπὰ πάντα ὄντες Ἰουδαῖοι. ιζ. Ἡμεροβαπτισταί· οὗτοι μὲν κατὰ πάντα Ἰουδαῖοι ἦσαν, ἔφασκον δὲ μηδένα ζωῆς τυγχάνειν αἰωνίου, εἰ μή τι ἂν καθ' ἑκάστην βαπτίζοιτο. ιη. Ὀσσηνοί, οἳ δὴ ἰταμώτατοι ἑρμηνεύονται. ἦσαν δὲ οὗτοι τὰ πάντα κατὰ νόμον τελοῦντες, ἐχρῶντο δὲ καὶ γραφαῖς ἑτέραις μετὰ τὸν νόμον, τοὺς δὲ πλείους τῶν μετέπειτα προφητῶν ἀπεβάλλοντο. ιθ. Νασαραῖοι, ἑρμηνευόμενοι ἀφηνιασταί, οἳ πᾶσαν σαρκοφαγίαν ἀπαγορεύουσιν, ἐμψύχων οὐδ' ὅλως μεταλαμβάνουσιν, ἄχρι δὲ Μωυσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ τοῖς ἐν τῇ πεντατεύχῳ ἁγίοις ὀνόμασι πατριαρχῶν κεχρημένοι τε καὶ πιστεύοντες, φημὶ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἀνωτάτω καὶ αὐτοῦ Μωυσέως καὶ Ἀαρὼνκαὶ Ἰησοῦ. τὰς δὲ τῆς πεντατεύχου γραφὰς οὐκ εἶναι Μωυσέως δογματίζουσιν, ἄλλας δὲ παρ' αὐτὰς ἔχειν διαβεβαιοῦνται. κ. Ἡρῳδιανοί, οἳ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρῴδην δὲ Χριστὸν προσεδόκων καὶ τούτῳ τὸ τοῦ Χριστοῦ ἀπεδίδοσαν γέρας καὶ ὄνομα. Οὗτος ὁ πρῶτος τόμος, περιέχων κατὰ πασῶν τῶν εἴκοσι τούτων αἱρέσεων· ἐν αὐτῷ δὲ καὶ ἡ περὶ τῆς Χριστοῦ ἐνδημίας ὑπόθεσις καὶ ἡ τῆς ἀληθείας ὁμολογία. 1.234 Τάδε ἔνεστι καὶ ἐν τούτῳ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς οὕτως· κα. Σιμωνιανοί, οἱ ἀπὸ Σίμωνος τοῦ μάγου τοῦ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, κώμης Γιτθῶν τῆς Σαμαρείας. οὗτος ἀπὸ Σαμαρειτῶν ὡρμᾶτο, Χριστοῦ δὲ ὑπέδυ ὄνομα μόνον. ἐδίδαξε δὲ αἰσχροποιίαν, τὴν μίξιν μολυσμοῦ γυναικῶν ἀδιάφορον· σωμάτων δὲ ἀποβάλλεται τὴν ἀνάστασιν καὶ τὸν κόσμον μὴ εἶναι θεοῦ φάσκει. εἰκόνα δὲ ἑαυτοῦ ὡς ∆ιὸς καὶ τῆς σὺν αὐτῷ πόρνης, ὀνόματι Ἑλένης, Ἀθηνᾶς τύπον * τοῖς ἑαυτοῦ μαθηταῖς παρεδίδου εἰς προσκύνησιν. ἔλεγεν δὲ ἑαυτὸν Σαμαρείταις μὲν τὸν πατέρα, Ἰουδαίοις δὲ τὸν Χριστόν. κβ. Μενανδριανοί, οἱ ἀπὸ τούτου τοῦ Σίμωνος διὰ Μενάνδρου τινὸς ἐναρξάμενοι, διαφερόμενοι δὲ πρὸς τοὺς Σιμωνιανοὺς κατά τι· ὃς ἀπὸ ἀγγέλων ἔλεγε τὸν κόσμον γεγενῆσθαι. κγ. Σατορνιλιανοί, οἱ κατὰ τὴν Συρίαν τὴν τῶν Σιμωνιανῶν κρατύναντες αἰσχρολογίαν, ἕτερα δὲ παρὰ τοὺς Σιμωνιανοὺς εἰς ἔκ 1.235 πληξιν περισσοτέραν κηρύσσοντες, ἀπὸ δὲ Σατορνίλου τὴν ἀρχὴν ἐσχηκότες, ὃς καὶ αὐτὸς κατὰ Μένανδρον ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι ἔφασκεν, μόνων δὲ ἑπτά, παρὰ τὴν τοῦ ἄνω