1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρανοὺς καὶ τὰ ἄλλα πάντα ἀλληγοροῦντες, Χριστοῦ δὲ τὴν βασιλείαν παυθήσεσθαι ληροῦντες. Αὗται πάλιν αἱ τοῦ δευτέρου βιβλίου, πρώτου δὲ τόμου αἱρέσεις ιη. 3.1 Τάδε ἔνεστι καὶ ἐν τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου, πέμπτῳ δὲ ὄντι κατὰ τὸν προειρημένον ἀριθμόν, ἐν ᾧ εἰσιν αἱρέσεις πέντε οὕτως· ξε. Παυλιανισταὶ ἀπὸ Παύλου τοῦ Σαμοσατέως ἐπισκόπου γενομένου Ἀντιοχείας τῆς μεγάλης. οὗτος ἀνύπαρκτον τὸν Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, λόγον προφορικὸν αὐτὸν σχηματίσας, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο εἶναι, προκαταγγελτικῶς τὰ περὶ αὐτοῦ ἐν ταῖς θείαις γραφαῖς εἰρημένα ἔχοντα, μὴ προόντα δέ, ἀλλὰ ἀπὸ Μαρίας καὶ δεῦρο διὰ τῆς ἐνσάρκου παρουσίας γεγονότα. ξςϛ. Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, οἱ τοῦ Μάνη μαθηταὶ τοῦ Πέρσου, Χριστὸν σχήματι λέγοντες, ἥλιον δὲ σέβοντες καὶ σελήνην, ἄστροις τε καὶ δυνάμεσι καὶ δαίμοσιν εὐχόμενοι, ἀρχὰς δύο εἰσάγοντες, πονηράν τε καὶ ἀγαθήν, ἀεὶ οὔσας· Χριστὸν δὲ δοκήσει πεφηνέναι καὶ δοκήσει πεπονθέναι· παλαιὰν διαθήκην βλασφημοῦντες καὶ τὸν ἐν αὐτῇ λαλήσαντα θεόν, κόσμον δὲ οὐ τὸν πάντα, ἀλλὰ μέρος ἐκ θεοῦ γεγενῆσθαι ὁριζόμενοι. ξζ. Ἱερακῖται, οἱ ἀπὸ Ἱέρακος τοῦ Λεοντοπολίτου τῆς Αἰγύπτου, ἐξηγητοῦ τινος, σαρκὸς ἀνάστασιν ἀθετοῦντες, χρώμενοι δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, καὶ ἀπαγορεύοντες γάμον παντελῶς, μονάζοντας δὲ καὶ 3.2 παρθένους δεχόμενοι καὶ ἐγκρατευομένους καὶ χήρους. τὰ δὲ μηδέπω ἐν ἡλικίᾳ γεγονότα παιδία βασιλείας μὴ μετέχειν διὰ τὸ μὴ ἠθληκέναι. ξη. Μελιτιανοί, οἱ ἐν Αἰγύπτῳ, σχίσμα ὄντες ἀλλ' οὐχ αἵρεσις. μὴ συνευξάμενοι τοῖς ἐν τῷ διωγμῷ παραπεπτωκόσι, νῦν δὲ Ἀρειανοῖς συναφθέντες. ξθ. Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται, οἱ τὸν υἱὸν τοῦ θεοῦ κτίσμα λέγοντες καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος, σάρκα μόνον τὸν σωτῆρα ἀπὸ Μαρίας εἰληφέναι διαβεβαιούμενοι καὶ οὐχὶ ψυχήν. ἦν δὲ οὗτος ὁ Ἄρειος πρεσβύτερος Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας. Αὕτη καὶ ἡ τοῦ δευτέρου βιβλίου τοῦ δευτέρου τόμου, πέμπτου δὲ ἀπ' ἀρχῆς τῆς ἀκολουθίας ὄντος ἀνακεφαλαίωσις αἱρέσεων πέντε. 3.230 Τάδε ἔνεστι καὶ ἐν τῷ πρώτῳ τόμῳ τοῦ τρίτου βιβλίου, ἕκτου δὲ ὄντος τόμου καθ' ὃν ἀριθμὸν προείπομεν, ἐν ᾧ εἰσιν αἱρέσεις ἑπτὰ σὺν τοῖς σχίσμασιν οὕτως· ο. Αὐδιανῶν ἀφηνιασμὸς καὶ σχίσμα, οὐ μέντοι αἵρεσις. οὗτοι μὲν διαγωγὴν καὶ βίον εὖ τεταγμένον κέκτηνται, εἰσὶ δὲ κατὰ πάντα τὴν πίστιν ἔχοντες ὡς ἡ καθολικὴ ἐκκλησία, μοναστήρια δὲ οἱ πλείους κατοικοῦσι. κέχρηνται δὲ καὶ ἀποκρύφοις πολλοῖς κατακόρως. οὐ συνεύχονται δὲ ἡμῖν, ψέγοντες τοὺς παρ' ἡμῖν ἐπισκόπους, πλουσίους αὐτοὺς ἀποκαλοῦντες καὶ ἄλλους ἄλλως. ποιοῦσι δὲ καὶ τὸ Πάσχα ἰδιαζόντως, ὅτε οἱ Ἰουδαῖοι ποιοῦσιν. ἔχουσι δὲ καὶ ἰδιωτικόν τι καὶ φιλόνεικον ξηρότατα τὸ κατ' εἰκόνα ἑρμηνεύοντες. οα. Φωτεινιανοί. οὗτος ὁ Φωτεινὸς ἀπὸ Σιρμίου ὑπάρχων ἔτι καὶ δεῦρο περιενόστει, ὃς τὰ αὐτὰ Παύλῳ τῷ Σαμοσατεῖ ἐφρόνησε. κατά τι δὲ πρὸς ἐκεῖνον διαφέρονται, καὶ αὐτοὶ δὲ ἀπὸ Μαρίας καὶ δεῦρο τὸν Χριστὸν διαβεβαιοῦνται. οβ. Μαρκελλιανοὶ οἱ ἀπὸ Μαρκέλλου τοῦ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας. οὗτος ἐν ἀρχῇ παραπλησίως Σαβελλίῳ φρονήσας διεφημίσθη. εἰς ἀπολογίας δὲ πολλάκις ἐλθὼν καὶ ἐγγράφως ἀπολογησάμενος παρὰ πολλῶν τοῖς αὐτοῖς ἐμμένειν κατηγορήθη. ἴσως δὲ μεταγνοὺς τάχα ἑαυτὸν διωρθώσατο ἢ οἱ αὐτοῦ μαθηταί. ὑπὲρ αὐτοῦ γὰρ καὶ ὑπὲρ τῶν