1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

να. Ἄλογοι, ὑφ' ἡμῶν κληθέντες, οἱ τὸ εὐαγγέλιον Ἰωάννου καὶ τὸν ἐν αὐτῷ ἄνωθεν ἀπὸ πατρὸς ἀεὶ θεὸν Λόγον παρεκβάλλοντες, τὸ εὐαγγέλιον αὐτὸ δὴ τὸ κατὰ Ἰωάννην μὴ δεχόμενοι μήτε τὴν αὐτοῦ Ἀποκάλυψιν. νβ. Ἀδαμιανοί, παρὰ δέ τισιν Ἀδαμίζοντες καλούμενοι, χλεύης ἢ ἀληθείας μᾶλλον τὸ δόγμα ἔχοντες. γυμνοὶ γὰρ ὡς ἐκ μητρὸς ἄνδρες τε καὶ γυναῖκες ἐπὶ τὸ αὐτὸ συνάγονται, καὶ οὕτως τὰς ἀναγνώσεις καὶ εὐχὰς καὶ πᾶν ὁτιοῦν ἐπιτελοῦσι, δῆθεν μονάζοντές τε καὶ ἐγκρατευόμενοι ὄντες καὶ γάμον μὴ δεχόμενοι, τὴν αὐτῶν ἐκκλησίαν παράδεισον ἡγούμενοι. νγ. Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες, καθύπερθεν τῆς νεκρᾶς θαλάσσης κειμένην χώραν· οἵτινες ἀπὸ τοῦ Ἠλξαῒ τινὸς ψευδοπροφήτου ἠπατημένοι, οὗ ἔτι δεῦρο ἐκ τοῦ γένους ὑπῆρχον Μαρθοῦς καὶ Μαρθάνα, γυναῖκες δύο προσκυνούμεναι ὑπὸ τῆς αἱρέσεως ὡς θεαί, παραπλησίως τοῖς Ἐβιωναίοις τὰ πάντα ἔχουσιν. νδ. Θεοδοτιανοί, οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως τοῦ ἀπὸ Βυζαντίου. οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ γέγονεν ἄκρος, ἅμα δὲ ἄλλοις ὢν ἐν ἡμέραις τοῦ τότε διωγμοῦ μόνος ἐκπεσὼν καὶ ἐκείνων μαρτυρησάντων διὰ τὸ ὀνειδίζεσθαι ἐπινοήσας ψιλὸν ἄνθρωπον λέγειν τὸν Χριστόν, ἵνα μὴ ὑπὸ ἔγκλημα γένηται θεὸν ἀρνησάμενος, οὕτως ἐδίδαξεν. νε. Μελχισεδεκιανοί, οἱ τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτὸν φάσκοντες καὶ μὴ ἄνθρωπον ψιλὸν καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν τε καὶ λέγειν τετολμηκότες. νςϛ. Βαρδησιανισταί. Βαρδησιάνης οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο, τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πίστεως ὑπάρχων καὶ ἐν σοφίᾳ 2.213 διαπρέπων, ἐκκλίνας δὲ τῆς ἀληθείας παραπλησίως Οὐαλεντίνῳ ἐδογμάτισε, χωρὶς ἐνίων ὀλίγων περὶ ὧν διαφέρεται πρὸς Οὐαλεντῖνον. νζ. Νοητιανοί. Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχε τῆς Ἀσίας. ἐπάρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις τισὶν υἱοπάτορα τὸν Χριστὸν ἐδίδαξε, τὸν αὐτὸν εἶναι λέγων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωυσέα καὶ τὸν αὐτοῦ ἀδελφὸν ἔλεγεν εἶναι τὸν Ἀαρών. νη. Οὐαλήσιοι. οὗτοι, καθὼς ὑπειλήφαμεν, οἱ τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν Ἀραβίας τῆς Φιλαδελφίας, οἱ τοὺς παρατυγχάνοντας καὶ ἐπιξενουμένους παρ' αὐτοῖς εὐνουχίζοντες· οἱ πλείους δὲ καὶ αὐτῶν εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι. τινὰ δὲ ἕτερα διδάσκουσιν αἱρέσεως ἔμπλεα, ἀφανίζοντες τὰ τοῦ νόμου καὶ τῶν προφητῶν καί τινας ἑτέρας αἰσχρουργίας παρεισφέροντες. νθ. Καθαροί, οἱ ἅμα Ναυάτῳ συναφθέντες τῷ Ῥωμαίῳ καὶ τοὺς διγάμους παντελῶς ἀποβαλλόμενοι καὶ μετάνοιαν μὴ δεχόμενοι. ξ. Ἀγγελικοί. οὗτοι παντελῶς ἐξέλιπον· αὐχοῦντες δὲ ἦσαν ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλους † προσκεκλῆσθαι. ξα. Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί, καὶ αὐτοὶ περὶ τὴν Πισιδίαν οἰκοῦντες, μόνον Ἀποτακτικοὺς δεχόμενοι, καθ' ἑαυτοὺς δὲ εὐχόμενοι. παραπλησιάζουσι δὲ τοῖς Ἐγκρατίταις, ἄλλα δὲ παρ' αὐτοὺς φρονοῦσιν. ξβ. Σαβελλιανοί, οἱ τὰ ὅμοια Νοητιανῶν δοξάζοντες, παρὰ τὸ μὴ τὸν πατέρα πεπονθέναι λέγειν. ξγ. Ὠριγενιανοί, τινὸς Ὠριγένους. αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀρρητοποιοῦντες καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες. 2.214 ξδ. Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου τοῦ συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον πνεῦμα