1

 2

 3

 4

 5

 6

 7

 8

3

2 Γ, ∆, Ε, Ζ, Η, Ἀκολουθία τῶν προηγιασμένων (τῆς ἁγ. τεσσαρακοστῆς) Λειτουργία κατηχουμένων

Γ Μετὰ τὸ ῥηθῆναι τὰ ἀναγνώσματα ἐν τῷ λυχνικῷ λέγεται τὸ

Κατευθυνθήτω καὶ μετὰ τοῦτο λιτανεύει ὁ διάκονος· Εἴπωμεν πάντες· ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ...

Καὶ λέγει ὁ λαὸς τό· Κύριε ἐλέησον. Ὁ δὲ ἱερεὺς λέγει· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν

δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων

Καὶ μετὰ τοῦτο γίνεται εὐχὴ κατηχουμένων ἐπὶ τῶν προηγιασμένων οὕτως. Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς (σελ. 53).

Ἐκφώνως· Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγ. Πνεύμ...

Γ Γινώσκει (γίνωσκε:) δὲ ὅτι καὶ τὴν εὐχὴν ταύτην καὶ τὰ διακονικὰ ἀπὸ τῆς τετράδος τῆς μεσοεβδομάδος τῶν νηστειῶν λέγει· Ὅσοι κατηχούμενοι προέλθετε· οἱ κατηχούμενοι προέλθετε· (μή τις τῶν κατηχουμένων· ὅσοι πιστοὶ)

Εὐχή. Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου (σελ. 54). Ὅσοι πρὸς τὸ φώτισμα προέλθετε ... Ἔτι καὶ ἔτι οἱ κλίνοντες τὰ γόνατα ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λειτουργία πιστῶν Εὐχὴ πιστῶν αʹ Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετός ... (σελ. 54) Εὐχὴ πιστῶν βʹ ∆έσποτα ἅγιε, ὑπεράγαθε ... (σελ. 55)

Ἐκφώνως· Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου... Ε Νῦν αἱ δυνάμεις Γ, Η Πληρώσωμεν τὴν δέησιν ... Ὑπὲρ τῶν προτεθέντων... Ε. Εὐχὴ μετὰ τὸ Νῦν αἱ δυνάμεις, ἣν ποιεῖ ὁ ἱερεύς. Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν

ἐλέει καὶ οἰκτιρμοῖς, ∆έσποτα Κύριε καὶ χαρισάμενος ἡμῖν παρρησίαν τοῖς ταπεινοῖς καὶ ἀναξίοις δούλοις σου, παραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσφέρειν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἀχρεῖον δοῦλόν σου καὶ ἐξάλειψόν μου τὰ παραπτώματα διὰ τὴν σὴν εὐσπλαγχνίαν καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου σου πνεύματος εἰς τὴν λειτουργίαν ταύτην. Καὶ πρόσδεξαί με διὰ τὴν ἀγαθότητά σου προσεγγίζοντα τῷ ἁγίῳ σου θυσιαστηρίῳ. Εὐδόκησον δή, Κύριε, δεκτὰ γενέσθαι τὰ προσαγόμενά σοι δῶρα τοῦτα διὰ τῶν ἡμετέρων χειρῶν, συγκαταβαίνων ἡμῖν ταῖς ἀσθενείαις. Καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, μηδὲ βδελύξῃ τὴν ἐμὴν ἀναξιότητα, ἀλλ' ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ παρένεγκε τὰ ἀνομήματά μου, ἵνα ἀκατακρίτως προσελθὼν κατενώπιον τῆς δόξης σου, ἀξιωθῶ τῆς σκέπης τοῦ μονογενοῦς σου υἱοῦ καὶ μὴ ὡς δοῦλος ἁμαρτίας ἀδόκιμος γένωμαι. Ναί, δέσποτα παντοδύναμε κύριε, εἰσάκουσον τῆς δεήσεώς μου. Σὺ γὰρ εἶ ὁ πάντα ἐνεργῶν ἐν πᾶσι καὶ τὴν παρὰ σοῦ πάντες ἐπιζητοῦμεν βοήθειαν.

Γ Εὐχὴ μετὰ τὸ ἀποτεθῆναι τὰ ἅγια δῶρα· Ὁ τῶν ἀρρήτων (σελ. 55-56) Η

Ἀντιλαβοῦ, σῶσον. Τὴν ἑσπέραν πᾶσαν. Καὶ καταξίωσον ἡμᾶς, δέσποτα, μετὰ παρρησίας κλπ. (σελ. 56, στ. 60-67) Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος (σελ. 57, στ. 68-72)

Ε Εὐχὴ Πρόσχες Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὦδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου