4
χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου καὶ τοῦ τιμίου αἵματος καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.
Η Ὁ ἱερεὺς ὑψοῖ τὸν ἄρτον. Ὁ διάκονος Η λέγει· Πρόσχωμεν (σελ. 57, στ. 77-79) Γ Καὶ μετὰ τὸ πάντας μεταλαβεῖν ἐπεύχεται ὁ ἱερεὺς Εὐχαριστοῦμέν σοι τῷ
σωτῆρι τῶν ὅλων Θεῷ (σελ. 57-58, στ. 81-86) Ε Εἶτα λέγει· Ὑψώθητι ἐπὶ τὸν οὐρανὸν ὁ Υἱός, ὁ Θεός. Ὁ λαός· Εὐχαριστοῦμέν σοι. Η Ὁ διάκονος· Ὀρθοὶ οἱ μεταλαβόντες.
Ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ἐν εἰρήνῃ προέλθωμεν. Γ Ὁ λαός· Ἐν ὀνόματι Κυρίου. Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Ὁ λαός· Κύριε ἐλέησον. Εὐχὴ ὀπισθάμβωνος Η ἣν λέγει ὁ ἱερεύς. ∆έσποτα (Κύριε) ὁ Θεὸς ὁ
παντοκράτωρ (σελ. 58) Γ, Ζ Εὐχὴ λεγομένη ἐν τῷ διακονικῷ Η, Ν, Ξ ἐν τῷ σκευοφυλακίῳ Γ,
Ζ, Ι Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ταύτας ἡμέρας καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνῃ καὶ κληρονόμους ἀνάδειξον τῆς βασιλείας σου νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
3 Λειτουργία τῶν κατηχουμένων Αʹ Προπαρασκευὴ-Σύνδεσις πρὸς
τὸν ἑσπερινόν.
Ἔναρξις. Μ, Σ Εἰσελθόντος τοῦ ἱερέως ἐν τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τὴν ἱερὰν ἐνδυσαμένου
στολὴν καὶ τὸν εὐλογητὸν εὐλογήσαντος Κ Ὁ διάκονος· Εὐλόγησον, δέσποτα Ὁ ἱερεύς· Εὐλογημένη ἡ βασιλεία Μ ψάλλεται συνήθως ὁ προοιμιακὸς
ψαλμός· οὗτος δὲ ἱστάμενος ἔνδοθεν λέγει μυστικῶς τὰς εὐχὰς τοῦ λυχνικοῦ Βʹ Εὐχαὶ λυχνικοῦ. Κ Εὐχὴ αʹ Κύριε οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ
πολυέλεε, ἐνώτισαι τὴν τὴν προσευχὴν ἡμῶν καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν. Ποίησον μεθ' ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου. Εὔφρανον τὰς καρδίας ἡμῶν εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ καὶ ποιῶν θαυμάσια. Σὺ εἶ ὁ Θεὸς μόνος καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· δυνατὸς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν ἰσχύϊ εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν καὶ σώζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομα τὸ ἅγιόν σου.
Ἐκφώνως· ὅτι πρέπει σοι πᾶσα ... Εὐχὴ βʹ Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς·
ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου. ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου. Ἀμήν.
Ἐκφώνως· Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἔστιν ἡ βασιλεία ... Εὐχὴ γʹ Κύριε ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων
δούλων σου ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον καὶ προσκυνητὸν ὄνομά σου· καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου· ἀλλὰ χάρισαι ἡμῖν. Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ καταξίωσον ἡμᾶς ἀγαπᾶν καὶ φοβεῖσθαί σε ἐξ