ἀγορῇ, καὶ ἀναμιμνῄσκει, ὅτι φθάσας ὁ βασιλεὺς ἀλκὴν τῷ ∆ιομήδει ὠνείδισεν, εἰπὼν ἀπόλεμον αὐτὸν εἶναι καὶ ἀνάλκιδα. (ῃ. 37-9) Εἶτα λέγει ὅτι μάλιστά γε τῷ Ἀγαμέμνονι ὁ Ζεὺς οὐ τέλειον ἔδωκε τὸ ἀγαθόν, ἀλλὰ διάνδιχα, τὸ τῆς βασιλείας καλὸν διελών, σκήπτρῳ μὲν ἔδωκε τετιμῆσθαι πλεῖον πάντων, ὡς εὐρυκρείοντα. - Τοῦτο δὴ τὸ καὶ ἐκ τύχης ποτὲ ἀγαθόν. -, ἀλκὴν δὲ οὐκ ἔδωκεν, ὃ κράτος ἐστὶ μέγιστον. ἐξ ἀρετῆς γὰρ τουτὶ τὸ καλόν. (ῃ. 32-49) Φράζει δὲ ὁ ποιητὴς τὰ κατὰ τὸν ∆ιομήδην οὕτως «Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, ᾗ θέμις ἐστὶν ἄναξ ἀγορῇ, σὺ δὲ μή τι χολωθῇς. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν ∆αναοῖσι, φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα ἴσασ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. σοὶ δὲ διάνδιχα δῶκε θεός· σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. δαιμόνιε», ἤγουν μακάριε, «οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις; εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥστε νέεσθαι, ἔρχεο, πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης ἑστᾶσιν, αἵ τοι ἕπονται Μυκήνηθεν μάλα πολλαί. ἀλλ' ἄλλοι μενέουσι καρηκομόωντες Ἀχαιοί, εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοί, φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. νῶϊ δ' ἐγὼ Σθένελός τε μαχησόμεθα, εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν. σὺν γὰρ θεῷ εἰλήλουθμεν». ὃ δὴ ἐπιφωνηματικῶς ἐπῆκται, θεραπεῦον, ὡς καὶ ῥηθήσεται, τὴν δοκοῦσαν ἀλαζονείαν τοῦ ἥρωος. Ἐν τούτοις δὲ ὅρα ὅπως ὁ ∆ιομήδης ὁ ἐν καιρῷ σιγήσας, ὅτε ὠνειδίσθη παρὰ τοῦ βασιλέως ὡς ἀπόλεμος καὶ ἄναλκις, νῦν εὐθέτως καὶ ἀληθῶς ἐλέγχει τὸν ὀνειδίσαντα, 2.649 περιτρέπων ἐκείνῳ τὸν ὀνειδισμὸν ἐξ ἔργων αὐτῶν. ἄναλκις γὰρ ὡς ἐπὶ πολὺ ὁ φεύγειν ἐθέλων, οὐ μὴν ὁ ἑτοιμαζόμενος εἰς πόλεμον, ὡς τότε ὁ ∆ιομήδης. Καὶ οὕτω μὲν ὁ ἥρως πρὸς βάρος λαλεῖ. Ὁ δέ γε βασιλεὺς φέρει τὸν ἔλεγχον διά τε τὴν θέμιν τῆς ἀγορᾶς καὶ διότι οὐ ψευδές ἐστι τὸ ὄνειδος, ἀλλὰ κατ' αὐτὸ ἀληθίζεται ὁ ἥρως, ὥσπερ αὖ πάλιν ἠλαζόνευται αὐτῷ τὸ «ἐγὼ Σθένελός τε μαχησόμεθα» καὶ ἑξῆς. Ὅθεν καὶ ἐπεὶ ὑπέρκομπος ὁ τοιοῦτος λόγος -Πῶς γὰρ ἂν οἱ περὶ ∆ιομήδην ἶσα τῷ Πανελληνίῳ δυνήσονται; -ἐπάγει θεραπείαν τὸ «σὺν γὰρ θεῷ ἤλθομεν». Οἰκεία δέ, φασίν, ἄρτι ἡ τοιαύτη μεγαλόφρων ῥητορεία τῷ ∆ιομήδει. παρώξυνται γὰρ οὐ μόνον φιλοτιμίᾳ καὶ θυμῷ, ἀλλὰ καὶ ἀρετῇ. ἔτρωσε γὰρ τὴν τὸν Ἀλέξανδρον σώσασαν, ἀνεῖλε Πάνδαρον, ἔλαβε τοὺς ἵππους Αἰνείου, χρύσεα ὅπλα ἔσχεν, Ἰδαίῳ τῷ ἐκ Τροίας κήρυκι μόνος ἀντεῖπε, κεραυνοῖς ἀντέσχεν, ἔφυγεν ὕστερος, ὑπέστρεψε πρῶτος, καὶ διὰ ταῦτα ὑπέρφρων γίνεται. Καὶ ὅμως οὐ θαρρεῖ αὐχήσειν πολιορκῆσαι τὴν Τροίαν, ἀλλὰ «μαχησόμεθα», φησίν, «ἕως τέκμωρ Ἰλίου εὕρωμεν», ἤτοι τέλος τῆς περὶ τὴν Ἴλιον μάχης, ὅπερ μέσως ῥηθὲν δηλοῖ οὐ μόνον τὸ ἑλεῖν αὐτὴν ἀλλὰ καὶ τὸ ἐπὶ διακειμένοις τισὶ λῦσαι τὴν μάχην, τυχὸν δὲ καὶ τὸ μαχομένους εὐκλεῶς πεσεῖν. Ἰστέον δὲ καὶ ὅτι τῷ Ὁμηρικῷ τούτῳ τόπῳ παρ' Ἡροδότῳ ἔοικε τὸ «μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα Ἀρτάβανε, ἐγὼδὲ καὶ ἄνευ σέο, ὅσα εἶπα, ἐπιτελέα ποιήσω». Ἔστι δὲ ἐκεῖνο ἀκομπότερον τοῦ Ὁμηρικοῦ καὶ διὰ τοῦτο ἀσφαλέστερον. Καὶ τοιοῦτον μὲν τὸ ἐκτεθὲν Ὁμηρικὸν χωρίον, τὰ δὲ διὰ μέσου αὐτοῦ εὐθὺς εἰρήσεται. (ῃ. 14) Μελάνυδρος μὲν οὖν κρήνη οὐ μόνον διότι καθόλου τὸ ὕδωρ μέλαν εἶναι δοκεῖ μὴ φωτιζόμενον, ἀλλὰ καὶ ὡς ἐκ βάθους ἀνάγουσα τὸ ὕδωρ καὶ ὡς πολύϋδρος. (ῃ. 15) 2.650 Αἰγίλιψ δὲ πέτρα, ἥτις διὰ τὸ τοῦ ὕψους δυσανάβατον καὶ ὑπὸ αἰγὸς λείπεται, ἁλτικοῦ ζῴου καὶ πετροβατικοῦ. Τοιαύτῃ δέ τινι κρήνῃ τὸν βασιλέα εἰκάζει, ἐξ ὑψηλῆς δηλαδὴ καταρρεούσῃ πέτρας, διὰ τὸ τοῦ ἥρωος καὶ στερέμνιον καὶ εὐμέγεθες, καὶ διὰ τὸ δαψιλὲς δὲ δάκρυον καὶ ὑπερβολικόν. Εὑρεθήσεται δὲ ὑπερβολὴ δακρύων καὶ ἐν τοῖς ἑξῆς ἐπὶ τῷ τοῦ Πατρόκλου νεκρῷ. ∆νοφερὸν δὲ ὕδωρ ἢ τὸ μέλαν, ἐξ ὁμοιότητος γνόφου τραπέντος τοῦ ˉγ εἰς ˉδ συνήθως, ἢ ὡς ἐν σχήματι συνθέτῳ τὸ μετὰ δονήσεως φερόμενον καὶ ψόφου τινός. ᾧ ψόφῳ ἔοικεν ὁ βαρὺς τοῦ βασιλέως στεναγμός, ὡς τὰ δάκρυα τῷ καταρρέοντι τῆς