1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

16

ἀναχωρήσει προκόπτειν, ἑαυτὸν δοκιμαζέτω. Εἰ δὲ ἀδυνάτως ἔχων τῆς ἀρετῆς ἐλαττοῦται, εἰς τὸ κοινόβιον ἀνακαμπτέτω, μήπως ταῖς μηχαναῖς τῶν λογισμῶν μὴ δυνηθεὶς ἀπαντῆσαι, τῶν φρενῶν ἀποπέσῃ. Ὥσπερ χήρας πενθούσης παραμύθιον οἱ υἱοὶ, οὕτω καὶ ψυχῆς πταισάσης παρηγορία πόνοι, οἵτινες τὴν ἀπόγνωσιν τῶν λογισμῶν σκορπίζουσι, καὶ τὴν πίστιν τῆς μετανοίας κατασπείρουσι, καὶ τὰ ἐλέη Χριστοῦ ἀνακηρύττουσι, καὶ τὰ πραχθέντα ἁμαρτήματα ἀποκηρύττουσιν. Οὐκ ὀφείλομεν οὖν ὡς ἐκ συνηθείας μόνον τοὺς πόνους ἐργάζεσθαι, ἀλλὰ καὶ ἐν συνέσει εὐχαριστίας, ἵνα μὴ γυμνὴ τῆς τοιαύτης φιλοσοφίας ἡ ψυχὴ εὑρίσκοιτο· ἐὰν γὰρ ἐφ' ἑκάστῃ πράξει σύνισμεν τὸν διδόντα τὰ τέλη τῶν πόνων, εὐχαριστίᾳ σφραγίζωμεν Ὥσπερ ἄρτον ἀπὸ βρέφους ἐνεδρεύει σκύλαξ ἐξαρπάσαι, οὕτω σύνεσιν ἀπὸ καρδίας λογισμὸς πονηρός. Μὴ οὖν ἐννεάζωμεν τῶν ἐναντίων ἔργων τῇ κακίᾳ χρώμενοι, ἵνα μὴ εἰς διαρπαγὴν τούτοις τὴν ψυχὴν προεκδώσωμεν. Ὥσπερ ἡ τῶν ἀστέρων χορεία δᾳδουχοῦσα φαιδρύνει τὸν οὐρανὸν, οὕτως ἡ τῶν ῥημάτων ἀλήθεια λαμπαδουχοῦσα φαιδρύνει τὸν ἄνθρωπον. Ἕνα οὖν τῆς ἀληθείας τρόπον ἐπὶ γλώττης βαστάζωμεν, ὅτι Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Ὥσπερ ἀστραπαὶ σφοδραὶ προσπηδῶσαι, προμηνύουσι βροντὴν, οὕτω καὶ ῥήσεις ἀκριβεῖς προσιοῦσαι, προσημαίνουσι πίστιν. Πιστοὶ οὖν εἶναι τῇ ἀληθείᾳ σπουδάσωμεν, ἵνα καὶ εἰς τὴν μητρόπολιν τῶν ἀρετῶν τὴν ἀγάπην προκόψωμεν. Ὡς ἥλιος ταῖς χρυσαυγέσιν ἀκτίσιν ἁπάσῃ προσμειδιᾷ τῇ γῇ, οὕτως ἀγάπη ταῖς φωταυγέσι πράξεσιν ἁπάσῃ προσχαίρει ψυχῇ· ἥνπερ ἐὰν κατάσχωμεν, τὰ πάθη ἐσβέσαμεν, καὶ εἰς οὐρανοὺς ἐλάμψαμεν. Ἅπαντα πόνον ποιήσεις ἕως τῆς ὁσίας ἀγάπης ἐπιτεύξῃ, ὅτι, ταύτης ἀπούσης, ὅφελος τῶν παρόντων οὐδέν. Καὶ γὰρ ὀργὴ ἀγριαίνεται, καὶ ἤθη χαλεπαίνεται, πόνοι ἀπονοούμενοι τῇ δόξῃ συμμίγνυνται. ∆ιὰ ψυχῆς ταπείνωσιν ∆αβὶδ μετὰ πένθους 79.1137 ἐνήστευσε, καὶ ἡμεῖς διὰ νηστείας τὴν ψυχὴν ταπεινώσωμεν.

ΚΕΦΑΛ. ΛΓʹ. Ὁ τοῖς σωματικοῖς πόνοις τραχυτέρως ἀσκούμενος, μηδὲ ἐπαίνῳ

ἐργαζέσθω, μήτε δόξῃ ἐπαιρέσθω· εἰ γὰρ ἐν τούτοις οἱ δαίμονες ὀφρυώσουσι τὴν ψυχήν· καὶ τὴν τραχύτητα, καὶ τὴν ἄσκησιν τοῦ σώματος ἐνισχύσουσι τῇ δόξῃ, καὶ μειζόνων ἐφάπτεσθαι πόνων ἐφελκύσουσιν, ὡς ἵνα καὶ μειζόνως ἐπαίρηται· συλλαλοῦσι γὰρ ἔσωθεν διὰ τῶν λογισμῶν εἰσβάλλοντες ταῦτα, ὅτι Καθὼς ὁ δεῖνα ἀποσκλήρως ἀσκήσας, καὶ ὁ δεῖνα μεγάλως ὠνομάσθη, καὶ θανὼν ἔτι λαλεῖται, οὕτω καὶ αὐτὸς εἰς ἀκρότατον ἐπασκήσεως ἀνάβηθι ὕψος, ἵνα δόξαν σαυτῷ περιποιήσῃ, καὶ μέγα σου τὸ ὄνομα ἐξέλθῃ, ἐπὶ τῷ καὶ μετὰ θάνατον ὑπερβαλλόντως λαλεῖσθαι. ∆ιὰ δὴ τῶν οὕτως ἀπατηθέντων, οὐ μόνον τοῖς σωματικοῖς σου πολεμοῦσι πόνοις, ἀλλὰ καὶ μᾶλλον εἰς συμμαχίαν καλοῦσιν, ὅτι δι' αὐτῶν ἐν τοῖς χαλεπωτέροις ψαύουσι τὴν ψυχὴν, καὶ γὰρ ἐνθρονίζουσιν αὐτὸν, καὶ εἰς τὸν διδασκαλικὸν ἐξυψοῦσι λόγον, ἵνα ὡς ἐκ τούτου τὰ πρῶτα τῶν μεγαλοπόνων τε καὶ γνωστικῶν ἔχειν εὐφημισθῇ. Ζηλοῦν δὲ καὶ φθονεῖν εἰσβάλλουσι τοῖς ἐπὶ κατορθώμασιν εὐφημουμένοις, καὶ ὧν θαυμαστὴ μᾶλλον ἡ πρᾶξις, καὶ γνῶσις γειτνιᾷ. Ἔσθ' ὅτε δὲ καὶ τῆς σαρκὸς αὐτοῦ τὴν πύρωσιν ἀποκοιμίζουσι δολερῶς τοὺς ἀκαθάρτους λογισμοὺς ἐκ τῶν ἐντὸς ἐκτοπίζοντες, ὡς ἵνα νομισθῇ τὸ πνεῦμα τῆς πορνείας τῇ κληρουχίᾳ νενικηκέναι, καὶ κατὰ τὴν λαμπρότητα τῶν ἁγίων τὴν καρδίαν ἡγνικέναι, καὶ εἰς τὴν τῆς ἀγιωσύνης ἁψῖδα ἀναβεβηκέναι. Περὶ δὲ ὧν τε, καὶ ὧν ἀπέσχετο βρωμάτων, καὶ συναπτῶν ἀσιτιῶν ἐπιψηφίζουσιν αὐτῷ τοὺς χρόνους ἐν οἷς ὀφείλει ὡς ἀριστεὺς ἐγκαυχᾶσθαι, καὶ τῆς ἀδελφότητος ὡς εὐτελοῦς κατεπαίρεσθαι· οὕτω δὲ ἐκδιηγεῖσθαι ποιοῦσιν αὐτὸν τοὺς ἀγῶνας ὡς ἐκ μόνης τῆς αὐτοῦ ἰσχύος κατορθωθέντας, ὅτι Ἐποίησα τάδε, καὶ ἤσκησα τοιῶσδε, καὶ