1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

Τοῖχος ἐνὶ προπόδεσσι καὶ ὄρθιος· ἔνθεν ἔπειτα ὕπτιος ἐκ λαγόνων εἰς ἓν ἀγειρομένων τύμβος ἔην, καθύπερθε λόφου λόφος. ἀλλὰ τί ταῦτα; οὐδὲν χρυσοφίλαις, οἵ μ' ἐτίναξαν ὅλον. 8.186 Νεκρῶν νεκρὰ πέλοι καὶ μνήματα· ὃς δ' ἀνεγείρει τύμβον ἀριπρεπέα τῇ κόνι, τοῖα πάθοι· οὐ γὰρ ἂν οὗτος ἀνὴρ τὸν ἐμὸν τάφον ἐξαλάπαξεν, εἰ μὴ χρυσὸν ἔχειν ἤλπετο ἐκ νεκύων. 8.187 Τίς τίνος; οὐκ ἐρέει στήλη· πρὸ γὰρ ὤλετο τύμβου. τίς χρόνος; ἀρχαίης σῆμα τόδ' ἐργασίης. τίς δέ σ' ἐνήρατο; εἰπέ· φόνος τόδε. -«Χεῖρες ἀλιτραὶ γείτονος.» -Ὡς τί λάβῃ; -«Χρυσόν.» - Ἔχοι σκοτίην. 8.188 Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, ἴσθι με ταῦτα τοῦ νεοκληρονόμου χερσὶ παθόντ' ἀδίκως· οὐ γὰρ ἔχον χρυσόν τε καὶ ἄργυρον, ἀλλ' ἐδοκήθην, κάλλεϊ μαρμαίρων τοσσατίῳ λαγόνων. 8.189 Στῆθι πέλας καὶ κλαῦσον ἰδὼν τόδε σῆμα θανόντος, εἴ ποτ' ἔην, νῦν αὖτε τάφον δηλήμονος ἀνδρός. σῆμα πέλω, μὴ τύμβον ἐγείρειε βροτὸς ἄλλος. τί πλέον, εἰ παλάμαισι φιλοχρύσοισιν ὀλεῖται; 8.190 Αἰὼν καὶ κληῖδες ἀμειδήτου θανάτοιο καὶ λήθης σκοτίης βένθεα καὶ νέκυες, πῶς ἔτλη τύμβον τις ἐμὸν ἔπι χεῖρας ἐνεγκεῖν; πῶς ἔτλη; φθιμένων κήδεται οὐδ' ὁσίη. 8.191 Τέτρωμαι πληγῇσιν ἀεικελίῃσιν ὁ τύμβος, τέτρωμ', ὥς τις ἀνὴρ ἐν δαῒ λευγαλέῃ. ταῦτα φίλα θνητοῖσι, τὸ δ' αἴτιον ὡς ἀθέμιστον. τὸν νέκυν οἶον ἔχων χρυσὸν ἀποξέομαι. 8.192 Πρός σε Θεοῦ ξενίου λιτάζομαι, ὅστις ἀμείβεις τύμβον ἐμόν, φράζειν· «Τοῖα πάθοις, ὁ δράσας.» - «Οὐκ οἶδ', ὅντινα τύμβος ἔχει νέκυν· ἀλλ' ἐρέω γε δάκρυ' ἐπισπένδων· Τοῖα πάθοις, ὁ δράσας.» 8.193 Πάντα λιπών, γαίης τε μυχοὺς καὶ πείρατα πόντου, ἦλθες ἔχειν ποθέων χρυσὸν ἐμοῦ νέκυος. νεκρὸν ἔχω καὶ μῆνιν ὀλωλότος· ἤν τις ἐπέλθῃ, ταῦτ', εἰ ληίζει, δώσομεν ἀσπασίως. 8.194 Εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος, οὐκ ἐφύλασσες τοῦθ', ὅπερ εἰλήφεις, ἢ κακὸς ἦσθ' ἂν ἄγαν; εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην, καὶ τόδ' ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος; 8.195 Τοὺς ζῶντας κατόρυσσε. τί γὰρ νεκροὺς κατορύσσεις; Ἄξιοί εἰσι τάφων, οἵ σε ζῆν εἴασαν οὕτω τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον. 8.196 Καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴν δέξῃ θαρσαλέως ἢ Θεὸν ἀγκαλέσεις, χείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοι οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις. 8.197 Φησὶ ∆ίκη· «Τίς πίστις, ὅτ' ὤλεσας, ὃν λαγόνεσσι σῇσιν ἔδωκα νέκυν, γαῖα φίλη, φθιμένῳ;» - «Οὐ γαίη μ' ἐτίναξεν· ἀτάσθαλος ὤλεσεν ἀνήρ, καὶ φιλοκερδείης εἵνεκα· τοῦτον ἔχω.» 8.198 Πρόσθε τάδ' ἦεν ἄσυλα· Θεός, νέκυς. ἀλλὰ Θεὸς μὲν ἵλαος· εἰ δὲ νέκυς, ὄψεθ' ὁ τυμβολέτης. 8.199 Ἦ ῥά σε δινήσουσιν Ἐρινύες· αὐτὰρ ἔγωγε κλαύσομ' ἀποφθιμένους, κλαύσομ' ἄγος παλάμης. 8.200 Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίης κεύθειν τοὺς φθιμένους· εἴξατε τυμβολέταις. νεκρῶν καὶ τάδε γ' ἐστὶ σοφίσματα, ὡς φιλόχρυσον εὕρωσιν παλάμην, σήματα τοῖα χέειν. 8.201 Τίς σ' ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιο κέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος; 8.202 Στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶν· οὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους, ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων. γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους. 8.203 Στῆλαι καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων, τύμβοι καὶ φθιμένων ἄφθιτε μνημοσύνη, σεισμὸς πάντα βράσειεν ἐμοῖς νεκύεσσιν ἀρήγων, οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος. 8.204 Ἡνίκα τὸν περίβωτον ἐπ' οὔρεος, ἄγριε Τιτάν, τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας, ὡς δ' εἶδες, πῶς χεῖρες ἐπ' ὀστέα; ἦ τάχα κέν σε τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδ' ἕνα τύμβον ἔχειν. 8.205 Σήματα καὶ σποδιὴ καὶ ὀστέα οἵ τε πάρεδροι δαίμονες, οἳ φθιμένου ναίετε τόνδε λόφον, τόνδ' ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν. τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον. 8.206 Τύμβοι καὶ σκοπιαὶ καὶ οὔρεα καὶ παροδῖται, κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτην· ἠχὼ δ' ἐκ σκοπέλων πυματηγόρος ἀντιαχείτω τῶνδε περικτιόνων· «Κλαύσατε τυμβολέτην.» 8.207 Κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες· οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην, εἰ τάδ' ἔτλης, κακοεργέ,