1

 2

 3

 4

 5

 6

 7

 8

3

διακειμένους, καὶ τὸν νόμον αὐτῶν ἄνισον, καὶ ἀνώ μαλον. Τί δήποτε γὰρ, τὸ μὲν θῆλυ ἐκόλασαν, τὸ δὲ ἄῤῥεν ἐπέτρεψαν; Καὶ γυνὴ μὲν κακῶς βουλευ σαμένη περὶ κοίτην ἀνδρὸς μοιχᾶται, καὶ πικρὰ ἐντεῦθεντὰ τῶν νόμων ἐπιτίμια· ἀνὴρ δὲ καταπορνεύων γυναικὸς, ἀνεύθυνος; Οὐ δέχομαι ταύτην τὴν νομοθεσίαν, οὐκ ἐπαινῶ τὴν συνήθειαν. Ἄνδρες ἦσαν οἱ νομοθετοῦντες, διὰ τοῦτο κατὰ γυναικῶν ἡ νομοθεσία· ἐπεὶ καὶ τοῖς πατράσιν ὑπ' ἐξουσίαν δεδώκασι τὰ τέκνα, τὸ δὲ ἀσθενέστερον, ἀθεράπευτον εἴασαν. Θεὸς δὲ οὐχ οὕτως· ἀλλὰ, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη, ἵνα εὖ σοι γένηται, ἐν ἐπαγγελίαις κειμένη. Καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὁμοίως καὶ τὸ ἀγαθὸν ἐτίμησε, καὶ τὸ κακὸν ἐκόλασεν. Καὶ, Εὐλογία πατρὸς στη ρίζει οἴκους τέκνων· κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Ὁρᾶτε τὸ ἴσον τῆς νομοθεσίας. Εἷς ποιητὴς ἀνδρὸς καὶ γυναικὸς, εἷς χοῦς ἀμφότεροι, εἰκὼν μία, νόμος εἷς, θάνατος εἷς, ἀνάστασις μία. Ὁμοίως ἐξ ἀνδρὸς καὶ γυναικὸς γεγόναμεν· ἓν χρέος παρὰ τῶν τέκνων τοῖς γονεῦσιν ὀφείλεται.

Ζʹ. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ; πῶς, ὃ μὴ δίδως, αἰτεῖς; πῶς ὁμότιμον σῶμα ὢν, ἀνίσως νομοθετεῖς; Εἰ δὲ τὰ χείρω σκοπεῖς· ἥμαρτεν ἡ γυνὴ, τοῦτο καὶ ὁ Ἀδάμ· ἀμφοτέρους ὁ ὄφις ἠπάτησεν. Οὐ τὸ μὲν ἀσθενέστε ρον εὑρέθη, τὸ δὲ ἰσχυρότερον. Ἀλλὰ τὰ βελτίω λογίζῃ; ἀμφοτέρους σώζει Χριστὸς τοῖς πάθεσιν. Ὑπὲρ ἀνδρὸς σὰρξ ἐγένετο; τοῦτο καὶ ὑπὲρ γυναικός. Ὑπὲρ ἀνδρὸς ἀπέθανε; καὶ ἡ γυνὴ τῷ θανάτῳ σώζεται. Ἐκ σπέρματος ∆αβὶδ ὀνομάζεται· τιμᾶσθαι ἴσως οἴει τὸν ἄνδρα; ἀλλὰ καὶ ἐκ Παρθένου γεν νᾶται, τοῦτο καὶ ὑπὲρ γυναικῶν. Ἔσονται μὲν οὖν 36.292 οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ ἡ μία σὰρξ ἐχέτω τὸ ὁμότιμον. Παῦλος δὲ καὶ τῷ ὑποδείγματι τὴν σωφροσύνην νομοθετεῖ. Πῶς, καὶ τίνα τρόπον; Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Καλὸν τῇ γυναικὶ Χριστὸν αἰδεῖσθαι διὰ τοῦ ἀνδρός· καλὸν καὶ τῷ ἀνδρὶ τὴν Ἐκκλησίαν μὴ ἀτιμάζειν διὰ τῆς γυναικός. Ἡ γυνὴ, φησὶν, ἵνα φοβῆται τὸν ἄνδρα· καὶ Χριστὸν γάρ. Ἀλλὰ καὶ ὁ ἀνὴρ, ἵνα περιέπῃ τὴν γυναῖκα· καὶ γὰρ Χριστὸς τὴν Ἐκκλησίαν. Μᾶλλον δ' ἔτι καὶ προσφιλοπονήσωμεν τῷ ῥητῷ.

Ηʹ. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐξέταζε καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. ∆οκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ μὲν γὰρ δύο Χριστοὶ, δύο καὶ ἄνδρες, δύο καὶ γυναῖκες· εἰ δὲ εἷς Χριστὸς, μία κεφαλὴ τῆς Ἐκκλησίας, καὶ μία σάρξ· ἡ δευτέρα δὲ ἀποπτυέσθω. Τὸ δεύτερον δὲ ἂν κωλύσῃ, τοῦ τρίτου τίς λόγος; Τὸ πρῶτον νόμος, τὸ δεύτερον συγχώρησις, τὸ τρίτον παρανομία. Ὁ δὲ ὑπὲρ τοῦτο, χοιρώδης, οἷος οὐδὲ πολλὰ ἔχων τῆς κακίας τὰ παραδείγματα. Ὁ μὲν νόμος κατὰ πᾶσαν αἰτίαν τὸ ἀποστάσιον δίδωσι· Χριστὸς δὲ οὐ κατὰ πᾶσαν αἰτίαν· ἀλλὰ συγχωρεῖ μὲν μόνον χωρίζεσθαι τῆς πόρνης, τὰ δὲ ἄλλα πάντα φιλοσοφεῖν κελεύει. Καὶ τὴν πόρνην, ὅτι νοθεύει τὸ γένος· τὰ δ' ἄλλα πάντα καρτερῶμεν καὶ φιλοσο φῶμεν· μᾶλλον δὲ καρτερεῖτε καὶ φιλοσοφεῖτε, ὅσοι τὸν τοῦ γάμου ζυγὸν ἐδέξασθε. Ἐὰν ἐπιγραφὰς ἴδῃς ἢ ὑπο γραφὰς, ἀποκόσμησον· κἂν γλῶσσαν προπετῆ, σωφρόνισον· ἂν γέλωτα πορνικὸν, κατηφῆ ποίησον· ἐὰν δαπάνην, ἢ ποτὸν ἄμετρον, σύστειλον· ἐὰν προόδους ἀκαίρους, πέδησον· ἐὰν ὀφθαλμὸν μετέω ρον, κόλασον. Μὴ τέμῃς δὲ προπετῶς, μὴ χω ρίσῃς. Ἄδηλον, τί κινδυνεύει, τὸ τέμνον, ἢ τὸ τεμ νόμενον. Ἡ πηγὴ, φησὶ, τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· καὶ, Πῶλος σῶν χαρίτων, καὶ ἔλαφος σῆς φιλίας ὁμιλείτω σοι. Σὺ τοίνυν μὴ γίνου ποταμὸς ἀλλότριος, μηδὲ ἄλλαις ἀρέσκειν σπούδαζε μᾶλλον, ἢ τῇ σῇ γυναικί. Εἰ δὲ ἀλλαχοῦ φέρῃ, καὶ τῷ σῷ μέλει νομοθετεῖς τὴν ἀσέλγειαν. Οὕτω μὲν ὁ Σωτήρ. 36.293