1

 2

 3

 4

 5

 6

 7

 8

2

∆ʹ. Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡμῶν Ἀβραὰμ, καὶ τὴν ἐφ' ἡμῶν Σάῤῥαν; Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον (καλὸν γὰρ μηδὲ τὰ ὀνόματα παρελθεῖν, ὡς ἀρετῆς παράκλησιν), τὸν πίστει δικαιωθέντα, καὶ τὴν τῷ πιστῷ συνοικήσασαν· τὸν πατέρα πολλῶν ἐθνῶν παρ' ἐλπίδα, καὶ τὴν πνευματικῶς ὠδίνουσαν· τὸν φυ γόντα πατρῴων θεῶν δουλείαν, καὶ τὴν θυγατέρα καὶ μητέρα τῶν ἐλευθέρων· τὸν ἐξελθόντα συγγενείας καὶ οἴκου διὰ τὴν γῆν τῆς ἐπαγγελίας, καὶ τὴν αἰ τίαν τῆς ἐκδημίας (τοῦτο γὰρ ἐκείνῃ μόνον, ἵνα τι τολμήσω, καὶ ὑπὲρ τὴν Σάῤῥαν)· τὸν παροικήσαντα καλῶς, καὶ τὴν προθύμως συμπαροικήσασαν· τὸν τῷ Κυρίῳ προσθέμενον, καὶ τὴν κύριον τὸν ἑαυτῆς ἄνδρα καὶ προσαγορεύουσαν καὶ νομίζουσαν, καὶ μέρος τι διὰ τοῦτο δικαιωθεῖσαν· ὧν ἡ ἐπαγγελία, καὶ ὧν ὁ Ἰσαὰκ, ὅσον τὸ ἐπ' αὐτοῖς, καὶ ὧν τὸ δώρημα.

Εʹ. Ἧς ὁ ποιμὴν ὁ καλὸς εὐξαμένης τε καὶ ὁδηγησάσης, καὶ παρ' ἧς ὁ τύπος τοῦ καλῶς ποιμαί νεσθαι· οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δαίμονας· καὶ ἧς τὸ μὴ ἁλῶν ποτε κοινωνῆσαι τοῖς ἐξ εἰδώλων· τὴν ὁμότιμον, καὶ ὁμό φρονα, καὶ ὁμόψυχον, καὶ οὐχ ἧττον ἀρετῆς καὶ τῆς πρὸς Θεὸν οἰκειώσεως ἢ σαρκὸς συζυγίαν· ἴσον μὲν μήκει βίου καὶ πολιαῖς, ἴσον δὲ φρονήσει καὶ λάμψει, κατ' ἀλλήλους ἁμιλλωμένους, καὶ τῶν λοιπῶν ὑπεραίροντας· σαρκὶ μὲν ὀλίγα κατεχομένους, πνεύματι δὲ μετενηνεγμένους, καὶ πρὸ τῆς διαζεύ ξεως· ὧν οὐχ ὁ κόσμος, καὶ ὧν ὁ κόσμος· ὁ μὲν ὑπερ ορώμενος, ὁ δὲ προτιμώμενος· ὧν τὸ ἀποπλου τεῖν, καὶ ὧν τὸ πλουτεῖν διὰ τὴν καλὴν πραγμα τείαν· τὰ μὲν τῇδε διαπτυόντων, τὰ δὲ ἐκεῖθεν ἀντωνουμένων· ὧν βραχὺ μὲν τὸ τῆς ζωῆς ταύτης 35.796 λείψανον, καὶ ὅσον ὑπελείφθη τῇ εὐσεβείᾳ, πολλὴ δὲ ἡ ζωὴ καὶ μακραίων ᾗ προκεκμήκασιν. Ἓν ἔτι προσ θήσω τοῖς περὶ αὐτῶν λόγοις· οἳ καλῶς καὶ δικαίως ἀμφοτέροις τοῖς γένεσιν ἐμερίσθησαν· ὁ μὲν ἀνδρῶν εἶναι κόσμος, ἡ δὲ γυναικῶν, καὶ οὐ κόσμος μόνον, ἀλλὰ καὶ ἀρετῆς ὑπόδειγμα.

ςʹ. Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιμον· ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρματα· παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλεως μετὰ τῶν χρηστοτέρων ἐλπίδων. Καλὰ μὲν δὴ καὶ ταῦτα, καὶ οἷα μὴ πολλοῖς ῥᾳδίως ὑπάρχει τῶν ἐπ' εὐγενείᾳ μέγα κομώντων, καὶ φυσωμένων τοῖς ἄνωθεν· εἰ δὲ δεῖ φιλοσοφώτερον καὶ ὑψηλότερον περὶ αὐτῆς διελθεῖν, Γοργο νίᾳ πατρὶς μὲν ἡ ἄνω Ἱερουσαλὴμ, ἡ μὴ βλεπομένη, νοουμένη δὲ πόλις, ἐν ᾗ πολιτευόμεθα, καὶ πρὸς ἣν ἐπειγόμεθα· ἧς πολίτης Χριστὸς, καὶ συμπολῖται πανήγυρις καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ περὶ τὸν μέγαν πολιστὴν ἑορταζόντων τῇ θεωρίᾳ τῆς δόξης, καὶ χορευόντων χορείαν τὴν ἀκατάλυτον· εὐγένεια δὲ ἡ τῆς εἰκόνος τήρησις, καὶ ἡ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσις, ἣν ἐργάζεται λόγος καὶ ἀρετὴ, καὶ καθαρὸς πόθος, ἀεὶ καὶ μᾶλλον μορφῶν τὰ κατὰ Θεὸν, τοὺς γνησίους τῶν ἄνω μύστας, καὶ τὸ γιγνώσκειν ὅθεν, καὶ τίνες, καὶ εἰς ὃ γεγόναμεν.

Ζʹ. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω· καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ' ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνομάζω, κρείττονι ἢ κατὰ τοὺς πολλοὺς εὐγενείας καὶ δυσγενείας κανόνι καὶ στάθμῃ χρώμενος· καὶ οὐχ αἵμασιν, ἀλλὰ τρόπῳ τινὶ ταῦτα χαρακτηρίζων· οὐδὲ κατὰ φρατρίας κρί νων τοὺς ἐπαινουμένους ἢ ψεγομένους, ἀλλὰ καθ' ἕκα στον. Ἐν εἰδόσι δὲ ὁ λόγος ὑπὲρ τῶν ἐκείνης καλῶν, καὶ ἄλλος ἄλλο τι συνεισφερέτω, καὶ βοηθείτω τῷ λόγῳ. Ἐπειδὴ μὴ πάντα περιλαβεῖν ἑνὶ δυ νατὸν, μηδὲ τῷ λίαν δυνατῷ καὶ ἀκοὴν καὶ διά νοιαν. 35.797

Ηʹ. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκε, καὶ το σοῦτον ὑπερῆρε τὰς κατ' αὐτὴν ἁπάσας, ἵνα μὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστε εἰς