3
δύο ταῦτα διῃρημένου πᾶσι τοῦ βίου, γάμου λέγω καὶ ἀγαμίας, καὶ τῆς μὲν οὔσης ὑψηλοτέρας τε καὶ θειοτέρας, ἐπιπονωτέρας δὲ καὶ σφαλερωτέ ρας, τοῦ δὲ ταπεινοτέρου τε καὶ ἀσφαλεστέρου, ἀμφο τέρων φυγοῦσα τὸ ἀηδὲς, ὅσον κάλλιστόν ἐστιν ἐν ἀμφοτέροις ἐκλέξασθαι, καὶ εἰς ἓν ἀγαγεῖν, τῆς μὲν τὸ ὕψος, τοῦ δὲ τὴν ἀσφάλειαν, καὶ γενέσθαι σώ φρων ἄτυφος, τῷ γάμῳ τὸ τῆς ἀγαμίας καλὸν κεράσασα, καὶ δείξασα, ὅτι μήθ' ἕτερον τούτων ἢ Θεῷ πάντως, ἢ κόσμῳ συνδεῖ, καὶ διίστησι πάλιν· ὥστε εἶναι τὸ μὲν παντὶ φευκτὸν κατὰ τὴν ἰδίαν φύσιν, τὸ δὲ τελέως ἐπαινετόν· ἀλλὰ νοῦς ἐστιν ὁ καὶ γάμῳ καὶ παρθενίᾳ καλῶς ἐπιστατῶν, καὶ, ὥσπερ ὕλη τις, ταῦτα τῷ τεχνίτῃ Λόγῳ ῥυθμίζεται καὶ δημιουργεῖται πρὸς ἀρετήν. Οὐ γὰρ ἐπεὶ σαρκὶ συν ήφθη, διὰ τοῦτο ἐχωρίσθη τοῦ πνεύματος· οὐδ' ὅτι κεφαλὴν ἔσχε τὸν ἄνδρα, διὰ τοῦτο τὴν πρώτην κε φαλὴν ἠγνόησεν· ἀλλ' ὀλίγα λειτουργήσασα κόσμῳ καὶ φύσει, καὶ ὅσον ὁ τῆς σαρκὸς ἐβούλετο νόμος, μᾶλλον δὲ ὁ τῇ σαρκὶ ταῦτα νομοθετήσας, Θεῷ τὸ πᾶν ἑαυτὴν καθιέρωσεν. Ὃ δὲ κάλλιστον καὶ σεμνότατον, ὅτι καὶ τὸν ἄνδρα πρὸς ἑαυτῆς ἐποιήσατο, καὶ οὐ δεσπότην ἄτοπον, ἀλλ' ὁμόδουλον ἀγαθὸν προσεκτήσατο. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸν τοῦ σώματος καρπὸν, τὰ τέκνα λέγω, καὶ τέκνα τέκνων, καρπὸν τοῦ πνεύματος ἐποιήσατο, γένος ὅλον καὶ οἰκίαν ὅλην ἀντὶ μιᾶς ψυχῆς Θεῷ καθαγνίσασα, καὶ ποιήσασα γάμον ἐπαινετὸν διὰ τῆς ἐν γάμῳ εὐαρεστήσεως, καὶ τῆς καλῆς ἐντεῦθεν καρποφορίας· ἑαυτὴν μὲν, ἕως ἔζη, ὑπόδειγμα καλοῦ παντὸς τοῖς ἐξ ἑαυτῆς προστήσασα· ἐπεὶ δὲ προσεκλήθη, τὸ θέλημα τῷ οἴκῳ μετ' αὐτὴν ἐγκαταλιποῦσα σιωπῶσαν παραί νεσιν.
Θʹ. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλανωμένῃ, καὶ ἀκρατήτῳ, καὶ ἀτίμῳ, καὶ τιμίων ψυχὰς ἀγρευούσῃ ἐν πορνικοῖς καὶ σχήμασι καὶ ὀνόμασι, τὴν ἔσω καλῶς ἀναστρεφομένην, καὶ ἀνδριζομένην τὰ γυναικὸς, πρὸς ἄτρακτον μὲν ἀεὶ τὰς χεῖρας ἐρείδουσαν, καὶ δισσὰς τῷ ἀνδρὶ χλαίνας παρασκευάζουσαν· ὠνουμένην δὲ κατὰ καιρὸν γεώργιον, σιτηγοῦσαν δὲ καλῶς τοῖς οἰκέταις, πλήρει δὲ τραπέζῃ τοὺς φίλους δεξιουμένην, καὶ τἄλλα ὅσα τὴν σώφρονα καὶ φιλεργὸν ἐκεῖνος ἀνύμνη 35.800 σεν. Ἐγὼ δὲ εἰ ἀπὸ τούτων ἐπαινοίην τὴν ἀδελ φὴν, ἀπὸ τῆς σκιᾶς ἂν ἐπαινοίην τὸν ἀνδριάντα, ἢ ἀπὸ τῶν ὀνύχων τὸν λέοντα, παρεὶς τὰ μείζω καὶ τελεώτερα. Τίς μὲν ἦν φαίνεσθαι μᾶλλον ἀξία; Τίς δὲ ἧττον ἐφάνη, καὶ ἀπρόσιτον ἐτήρησεν ἑαυτὴν ἀνδρῶν ὄψεσιν; Τίς μᾶλλον ἔγνω μέτρα κατηφείας τε καὶ φαιδρότητος, ὡς μήτε τὸ κατηφὲς ἀπάν θρωπον δοκεῖν, μήτε τὸ καθ' ἁπαλὸν ἀκόλαστον, ἀλλὰ τὸ μὲν συνετὸν, τὸ δὲ ἥμερον, καὶ ὅρον τοῦτο εἶναι κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ ἀναστήματι; Ἀκούετε τῶν γυναικῶν ὅσαι λίαν ἐπι δεικτικαὶ καὶ ῥᾴθυμοι, καὶ τὸ κάλυμμα τῆς αἰ δοῦς ἀτιμάζουσαι. Τίς μὲν οὕτως ὀφθαλμὸν ἐσωφρό νισεν; Τίς δὲ τοσοῦτον γέλωτος κατεγέλασεν, ὡς μέγα δοκεῖν ἐκείνῃ καὶ ὁρμὴν μειδιάματος; Τίς μᾶλλον ἀκοῇ θύρας ἐπέθηκεν; τίς δὲ τοῖς θείοις λόγοις ἠνέῳξε, μᾶλλον δὲ, τίς νοῦν ἐπέστησεν ἡγεμόνα γλώσσῃ λαλεῖν τὰ τοῦ Θεοῦ δικαιώματα; Τίς τάξιν οὕτως ἐστείλατο χείλεσιν;
Ιʹ. Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν· ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ' ὅσαι σώφρονες ἀλη θῶς καὶ κόσμιαι τὸν τρόπον· μέγα δὲ δοκεῖν πεποιήκα σιν αἱ λίαν φιλόκοσμοι καὶ φιλόκαλοι καὶ οὐδὲ λόγῳ καθ αιρόμεναι τῶν τὰ τοιαῦτα ἐκπαιδευόντων. Οὐ χρυσὸς ἐκείνην ἐκόσμησε τέχνῃ πονηθεὶς εἰς κάλλους περιουσίαν, οὐ ξανθαὶ πλοκαμίδες διαφαινόμεναί τε καὶ ὑποφαινόμεναι, καὶ βοστρύχων ἕλικες, καὶ σο φίσματα σκηνοποιούντων τὴν τιμίαν κεφαλὴν ἀτι μότατα, οὐκ ἐσθῆτος περιῤῥεούσης καὶ διαφανοῦς πολυτέλεια, οὐ λίθων αὐγαὶ καὶ χάριτες χρωννῦσαι τὸν πλησίον ἀέρα, καὶ τὰς μορφὰς περιλάμπου σαι· οὐ ζωγράφων