1

 2

 3

 4

 5

 6

 7

 8

7

λαβοῦσα τὸ ἐλπιζόμενον, καὶ τῇ τῆς ψυχῆς εὐρωστίᾳ κομισαμένη τὴν τοῦ σώματος. Ταῦτα μεγάλα μὲν, οὐ ψευδῆ δέ. Τούτοις πιστεύετε ἅπαντες, καὶ νοσοῦντες, καὶ ὑγιαίνοντες· ἵν' οἱ μὲν ἔχητε τὴν ὑγίειαν, οἱ δὲ ἀπολάβητε. Καὶ ὅτι μὴ κόμπος τὸ διήγημα, δῆλον ἐξ ὧν ζώσης κατασιγήσας, νῦν ἐξεκάλυψα· καὶ οὐδ' ἂν νῦν ἐδη μοσίευσα, εὖ ἴστε, εἰ μή τις ἔσχε με φόβος θαῦμα τοσοῦτον κατακρύψαι καὶ πιστοῖς καὶ ἀπίστοις, καὶ τοῖς νῦν καὶ τοῖς ὕστερον.

ΙΘʹ. Τὰ μὲν δὴ τοῦ βίου τοιαῦτα· καὶ τὰ πλείω πα ραλελοίπαμεν διὰ τὴν συμμετρίαν τοῦ λόγου, καὶ τοῦ μὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφημίαν· τάχα δ' ἂν ἀδικοίημεν τελευτὴν ὁσίαν καὶ περιβόητον, εἰ μὴ καὶ τῶν ταύτης καλῶν ἐπιμνησθείημεν· καὶ ταῦτα οὕτως ἐκείνης ποθουμένης τε καὶ ζητουμένης. Μνησθήσομαι δὲ, ὡς ἂν οἷόν τε ᾖ συντομώτατα. Ἐπόθει μὲν τὴν ἀνάλυσιν (καὶ γὰρ εἶχε πολλὴν πρὸς τὸν καλοῦντα τὴν παῤῥησίαν), καὶ τὸ σὺν Χριστῷ εἶναι πάντων προετίθει τῶν ὑπὲρ γῆς· καὶ οὐ δεὶς οὕτως ἐρᾷ σώματος τῶν λίαν ἐρωτικῶν τε καὶ δυσκαθέκτων, ὡς ἐκείνη τὰς πέδας ἀποῤῥίψασα ταύ τας, καὶ τὴν ἰλὺν ὑπερβᾶσα, μεθ' ἧς βιωτεύομεν, μετὰ τοῦ καλοῦ καθαρῶς γενέσθαι, καὶ τὸν ἐρώμενον ἀπολαβεῖν ὅλον, προσθήσω δ' ὅτι καὶ τὸν ἐραστὴν, οὗ νῦν μικραῖς ἐλλαμπόμεθα ταῖς αὐγαῖς, καὶ ὅσον γινώσκειν, οὗ κεχωρίσμεθα. ∆ιαμαρτάνει δὲ οὐδὲ ταύτης τῆς ἐπιθυμίας, οὕτως οὔσης ἐνθέου καὶ ὑψη λῆς, καὶ ὃ τούτου μεῖζόν ἐστι, προαπολαύει τοῦ καλοῦ διὰ τῆς προγνώσεως καὶ τῆς πολλῆς ἀγρυ πνίας. Ταύτην εἷς ὕπνος τῶν ἡδίστων ἀμείβεται, καὶ ὄψις μία προθεσμίᾳ περιλαβοῦσα τὴν ἐκδη μίαν, καὶ τὴν ἡμέραν ταύτην γνωρίσασα, ὡς ἂν τὸ ἑτοιμασθῆναι καὶ μὴ ταραχθῆναι τοῦ Θεοῦ πρυ τανεύοντος.

Κʹ. Αὐτῇ μὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεὰν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λα βόντες ἔχομεν. Μᾶλλον δὲ πᾶς ὁ βίος κάθαρσις ἦν αὐτῇ καὶ τελείωσις· καὶ τὸ μὲν τῆς ἀναγεννήσεως εἶχεν ἐκ τοῦ Πνεύματος, τὸ δ' ἀσφαλὲς ταύτης ἐκ τῶν προβεβιωμένων. Καὶ μόνῃ σχεδὸν, ἵν' εἴπω τολμήσας, σφραγὶς, ἀλλ' οὐ χάρισμα ἦν τὸ μυστήριον. 35.813 Ἓν δὲ τοῖς πᾶσι προστεθῆναι ζητοῦσα τὴν τοῦ ἀνδρὸς τελείωσιν (βούλεσθε γράψω τὸν ἄνδρα συντόμως; ἀνδρὸς ἐκείνης, καὶ οὐκ οἶδ' ὅ τι χρὴ πλέον εἰπεῖν), ἵν' ὅλῳ τῷ σώματι Θεῷ καθιερωθῇ, καὶ μὴ ἐξ ἡμι σείας ἀπέλθῃ τετελεσμένη, μηδ' ὑπολείπηταί τι τῶν ἑαυτῆς ἀτελὲς, οὐδὲ ταύτης διαμαρτάνει τῆς δεήσεως παρὰ τοῦ θέλημα τῶν φοβουμένων αὐτὸν ποιοῦντος, καὶ εἰς πέρας ἄγοντος τὰ αἰτήματα.

ΚΑʹ. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πληροῖ τὸν περὶ ταῦτα νόμον διὰ τῆς κατακλί σεως. Ἐπισκήψασα δὲ καὶ ἀνδρὶ, καὶ τέ κνοις, καὶ φίλοις, ὅσα εἰκὸς τὴν φίλανδρον, καὶ φιλό τεκνον, καὶ φιλάδελφον, καὶ λαμπρῶς περὶ τῶν ἐκεῖ θεν φιλοσοφήσασα, καὶ πανηγύρεως ἡμέραν ποιησα μένη τὴν τελευταίαν, κοιμᾶται, πλήρης μὲν οὐ τῶν κατὰ ἄνθρωπον ἡμερῶν, ὅ τι μηδὲ συνηύχετο, ταύτας ἑαυτῇ πονηρὰς εἰδυῖα, καὶ τὰ πολλὰ μετὰ τοῦ χοὸς καὶ τῆς πλάνης, τῶν δὲ κατὰ Θεὸν καὶ λίαν πλήρης, ὡς οὐκ οἶδ' εἴ τις ῥᾳδίως τῶν ἐν πλου σίᾳ τῇ πολιᾷ καταλυσάντων, καὶ πολλὰς ἐτῶν πε ριόδους ἀριθμησάντων. Οὕτως ἐκείνη λύεται, ἢ προσλαμβάνεται, κρεῖσσον εἰπεῖν, ἢ ἀφίπταται, ἢ μετοικίζεται, ἢ μικρὸν προαποδημεῖ τοῦ σώμα τος.

ΚΒʹ. Ἀλλ' οἷόν με μικρὸν τῶν ἐκείνης παρ έδραμεν! τάχα δ' ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευματικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦ μα, καὶ ἡμῖν γνωρίσας· μέγα μὲν εἰς φιλοτιμίαν ἐκείνῃ, μέγα δὲ ἡμῖν εἰς ὑπόμνησιν ἀρετῆς, καὶ πόθον τῆς αὐτῆς ἀναλύσεως. Καί με φρίκη τις ὑπο τρέχει, καὶ δάκρυον ὁμοῦ, μεμνημένον τοῦ θαύμα τος. Ἐλύετο μὲν ἤδη καὶ ἀνέπνει τὰ τελευταῖα, καὶ χορὸς