1

 2

 3

 4

 5

 6

4

τέλειον δηλονότι καὶ τοὺς τροφῆς μεταλαμβάνειν δυνα μένους στερεᾶς ἀδικοῦσα· οὐ γὰρ δόγματα τὰ ψελλίσματα ὁριζομένη τὰ τέλεια καταβλάπτει, ἀλλὰ συγκαταβαίνουσα τοῖς νηπίοις δι' εὐσπλαγχνίαν καὶ μιμουμένη τὰ ἐκείνων οὕτως ἀνάγει πρὸς ἑαυτὴν εἰς τελειότητα ἡλικίας ἄγουσα. ὁρίζεται δὲ ὅμως καὶ δογματίζει τὰ τέλεια κατὰ τὸ ἑαυτῇ πρέπον καὶ τοὺς μαθητευομένους προσῆκον διδάσκεσθαι. ἀμέλει ὅτι ὦτα καὶ ὀφθαλμοὺς καὶ στόμα καὶ τὰ λοιπὰ δὴ μόρια σωματικὰ λέγουσα ἔχειν τὸν θεὸν οὐ δόγμα τὸ τοιοῦτο παραδίδωσι σύνθετον ἐκ διαφόρων μελῶν ὁριζομένη τὸ θεῖον, ἀλλὰ κατὰ τὸν εἰρημένον τρόπον ἐκ μεταφορᾶς τῶν ἡμετέρων λαμβάνουσα τὰ τοιαῦτα πρὸς ἀναγωγήν, ὡς εἶπον, τῶν μὴ ἀμέσως ἐπὶ τὰ ἀσώματα χωρεῖν δυναμένων στερεαῖς τισι καὶ τρανοτάταις ταῖς λέξεσι τὰ δόγματα ἐκτίθεται, πνεῦμα λέγουσα τὸν θεὸν εἶναι καὶ πανταχοῦ, ἔνθα τις πορευθείη, παρεῖναι τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀπερίγραφον τούτους σοφῶς 3,1.28 ἐκπαιδεύουσα. οὕτως καὶ τρεῖς ἄνδρας λέγουσα διὰ συν ήθειαν, ἵνα μὴ ξενίζῃ τὸ κοινὸν καὶ ἐν χρήσει τῶν πολλῶν ὑπάρχον, καὶ ἕνα φησὶ δι' ἀκρίβειαν, ἵνα μὴ παρασαλεύσῃ τὸ τέλειον καὶ ἐν τῇ φύσει τῶν πραγμάτων θεωρούμενον· καὶ τὸ μὲν ἡγούμεθα συγκατάβασιν ἐπὶ χρησίμῳ καὶ συμ φέροντι τῶν νηπιωδεστέρων γεγενημένην, τὸ δὲ ὁριζόμεθα δόγμα ἐπὶ βεβαιώσει καὶ παραδόσει τῆς τελειότητος ἐκτι θέμενον.

Ἀλλά τινες συζητητικοὶ ὑπάρχοντες καὶ διεγηγερ μένοι πρὸς τὸ μηδὲν ἐᾶν ἀναντίρρητον ἐπὶ τῷ καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκροωμένους, ὡς ἔγωγε φαίην ἄν, φιλοπόνως γυμνάσαι παρορῶντες τὸ παρ' ἡμῶν λελεγμένον καὶ τὸ μὴ δεδομένον ὡς ὁμολογούμενον λαμβάνοντες παρα λογισμῷ τε χρώμενοι τὸ δοκοῦν κατασκευάζουσι καί φασιν, ὅτι ὥσπερ λέγομεν ὑπόστασις ὑποστάσεως, ᾗ ὑπόστασις, τουτέστι καθὸ ὑπόστασις, οὐδὲν διαφέρει, καὶ οὐ παρὰ τοῦτο μία ὑπόστασις αἱ πᾶσαι ὑποστάσεις· καὶ πάλιν οὐσία οὐσίας, ᾗ οὐσία, οὐδὲν διαφέρει, καὶ οὐ παρὰ τοῦτο μία οὐσία αἱ πᾶσαι οὐσίαι, οὕτως ἂν εἴποιμεν θεὸς θεοῦ, ᾗ θεός, οὐδὲν διαφέρει, καὶ οὐ διὰ τοῦτο εἷς θεὸς αἱ τρεῖς ὑποστάσεις, καθ' ὧν τὸ θεὸς κατηγορεῖται· καὶ πάλιν ἄνθρωπος ἀνθρώπου, ἧ ἄνθρωπος, οὐδὲν διαφέρει λέγοντες οὐκ ἀναιροῦμεν τὸ τρεῖς ἀνθρώπους εἶναι Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν· διαφέρει γὰρ οὐσία οὐσίας οὐ καθὸ οὐσία, ἀλλὰ καθὸ τοιάδε οὐσία καὶ ὑπόστασις ὑποστάσεως καθὸ τοιάδε ὑπόστασις· 3,1.29 ὡσαύτως καὶ ἄνθρωπος ἀνθρώπου, ᾗ τοιόσδε ἄνθρωπος, καὶ πάλιν θεὸς θεοῦ, ᾗ τοιόσδε θεός· τὸ δὲ τοιόσδε ἢ τοιόσδε ἐπὶ δύο ἢ καὶ πλειόνων εἴωθε λέγεσθαι. ἀλλὰ ταῦτα μέν, ὡς εἴπομεν, ἐκεῖνοι λέγουσιν· ἡμεῖς δὲ δείξομεν σόφισμα τὸ πᾶν εἶναι καὶ οὐδὲν ἕτερον τὸ λελεγμένον, οὐδαμῶς ἄλλως περιγινόμενοι ἀλλ' ἢ αὐτοῖς τοῖς εἰρημένοις κεχρημένοι καὶ δεικνύντες μὴ δεῖν τὸν τοιόνδε θεὸν καὶ τοιόνδε θεὸν ἢ τοιόνδε ἄνθρωπον καὶ τοιόνδε λέγειν· ἀλλ' εἰ ἄρα τοιάνδε ὑπόστασιν θεοῦ καὶ τοιάνδε ὑπόστασιν ἀνθρώπου· πολλὰς γὰρ ὑπο στάσεις τοῦ ἑνὸς ἀνθρώπου καὶ τρεῖς ὑποστάσεις τοῦ ἑνὸς θεοῦ φαμεν δικαίως. τὸ μὲν οὖν τοιόσδε λεγόμενον διακρῖναι βούλεται τί τινος κοινωνοῦντος κατ' ἐκεῖνο τοὔνομα, ᾧ τὸ τοιόσδε προστίθεται· οἷον ζῷον τοιόνδε φαμὲν τὸν ἄνθρωπον διακρῖναι βουλόμενοι τοῦ ἵππου, φέρε εἰπεῖν, κοινωνοῦντος αὐτῷ κατὰ τοὔνομα τοῦ ζῴου, διαφέροντος δὲ τῷ λογικῷ καὶ τῷ ἀλόγῳ. διακρίνεται δέ τί τινος ἢ οὐσίᾳ ἢ ὑποστάσει ἢ οὐσίᾳ καὶ ὑποστάσει· καὶ οὐσίᾳ μὲν διακέκριται ὁ ἄνθρωπος τοῦ ἵππου, ὑποστάσει δὲ Παῦλος Πέτρου, οὐσίᾳ δὲ καὶ ὑποστάσει ἥδε ἡ ὑπόστασις τοῦ ἀνθρώπου τῆσδε τῆς ὑποστάσεως τοῦ ἵππου. ἀλλὰ φανερουμένου τοῦ λόγου τῶν κατ' οὐσίαν ἁπλῶς καὶ τῶν καθ' ὑπόστασιν καὶ οὐ κατ' οὐσίαν διαφερόντων πρόδηλος ἔσται καὶ ὁ περὶ τῶν κατ' οὐσίαν ἅμα καὶ ὑπόστασιν διακεκριμένων. περὶ τούτων οὖν ἡμῖν ἐξεταζέσθω ὁ λόγος· ὅτι μὲν γὰρ καὶ τὰ διαφέροντα κατ' οὐσίαν λέγονται δύο ἢ τρεῖς οὐσίαι καὶ τὰ διαφέροντα καθ' ὑπόστασιν ὡσαύτως λέγονται δύο καὶ τρεῖς ὑποστάσεις, 3,1.30 ὁμολογοῦσι καὶ αὐτοὶ καὶ ἡμεῖς· διαφερόμεθα δέ, ὅτι ἐπὶ μὲν