1

 2

 3

 4

2

τῇ ἑτέρᾳ προσκρούεις; Ἔχων νοῦν καὶ λόγον, οὐ προορᾷς τὸ πρέπον καὶ συμφέρον, οὐδὲ ἐμμελῶς ποιῇ τῆς σαυτοῦ ἀθανασίας τὴν ἐπιμέλειαν, οὐδὲ διασκέπτῃ τὴν σαυτοῦ φύσιν ὅστις εἶ, καὶ τί γε νέσθαι δύνασαι· γαστρὶ δὲ καὶ λαγνείαις, καὶ ἀργίᾳ, καὶ ὕπνῳ τοῦ Θεοῦ καὶ εὐεργέτου προδίδως τὸ δῶρον, ἵνα σοι ἀχρεῖον καὶ ἀνωφελὲς καὶ μάταιον γένηται. Αἴσχιστον τοῦτο, καὶ νηπίας φρενὸς, καὶ τῆς ἐπαχθοῦς κατηγορίας ἄξιον. Ἧττον δ' ἂν ἦν κακὸν, εἰ μὴ νοοῦν τες οἴκοθεν καὶ παρ' ἑαυτῶν τὸ συμφέρον, ἄλλου γοῦν εἰσηγουμένου τὸ χρήσιμον, ἐπειθόμεθα. Τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα τοῖς διδασκάλοις ἀχθό μεθα, καὶ χαλεπῶς αὐτῶν τὴν νουθεσίαν φέρομεν, καὶ ταῖς συμβουλαῖς βαρυνόμεθα. Ναυτιῶμεν δὲ πρὸς τὴν παιδείαν τῶν καλῶν, ὡς οἱ κακόσιτοι τῶν ἀῤῥώ στων πρὸς τὰ ὄψα τὰ παρὰ τῶν ἰατρῶν αὐτοῖς ὀρεγό μενα. Κἂν ἐπίπληξις γένηται, χαλεπαίνομεν· κἂν τραχυτέρου ἀκούσωμεν ῥήματος, δυσανασχετοῦμεν· κἂν ἀποκλεισθῶσιν ἡμῖν ἀφορισμῷ αἱ θύραι τῆς ἐκ κλησίας, βλασφημοῦμεν. Οὗτος δὲ οὐκ ἔστι μανθα νόντων τρόπος, οὐδὲ ὑπακοὴ μαθητῶν, ἀλλὰ στα σιαστῶν καὶ μαχομένων φιλονεικία. Παιδίου γὰρ τάξιν ὁ μαθητὴς ἐπέχειν ὀφείλει, ὃς τέχνης ἢ ἐπιστήμης ἐπιθυμήσει μιᾶς τῶν ἔξωθεν· ὁ δὲ εὐσέβειαν ἀσκού μενος, μετὰ πλείονος τῆς προσθήκης εἶναι βρέφος ὀφείλει· ἐπειδὴ καὶ ὁ Κύριος ἐκείνην τὴν ἡλικίαν ὡς εὐπειθῆ τοῖς παρ' ἑαυτοῦ ἐπαίνοις ἐσέμνυνε. Τὸ παι δίον τοίνυν οὐκ ἐμβαίνει τοὺς χαρακτῆρας καὶ τὰς γραμμὰς ἅσπερ ἂν ὁ διδάσκαλος τῷ κηρῷ ἐνσημή νηται· οὐδὲ στοιχεῖα καινοτομεῖ, ὑπ' ἐξουσίας ἐμπλή κτου νεωτερίζον περὶ τὰ γράμματα· ἀλλὰ πρώτην μὲν τῇ γραφίδι τοῖς τοῦ διδασκάλου τύποις ἐνασκεῖ τὴν χεῖρα· ὀνόματα δὲ οὐκ ἄλλα τοῖς στοιχείοις ἐπι 46.312 λέγει, ἀλλ' ἅπερ ἤκουσε· παντὶ δὲ τρόπῳ καὶ λόγῳ καὶ ἔργῳ μιμεῖται τοῦ καθηγητοῦ τὴν παράδοσιν.

Ἂν δέ που καὶ ῥᾳθυμῆσαν ἀποτυμπανισθῇ τῷ σκύ τει, οὐ θρασύνεται τῇ πληγῇ, οὐδὲ τὰς δέλτους τῷ διδασκάλῳ περιῤῥῆξαν ἀποφοιτᾷ· ἀλλ' ἐπ' ὀλίγον τῇ ἀλγηδόνι πικρὸν ἐπιστάξαν τὸ δάκρυον, ἔχεται τῶν μαθημάτων, καὶ συντονώτερον περὶ τὴν μελέτην, ἀλλ' οὐκ ἀμελέστερον γίνεται. Ἄλλοτε πάλιν ὀλιγωρήσας ὡς νέος, κελεύεται μένειν ἀπόσιτος, καὶ τῷ λιμῷ τὴν ῥᾳθυμίαν καταδικάζεται. Παραμένει δὲ τῷ διδασκα λείῳ καὶ μόνος, τῶν ἄλλων παίδων ἀναχωρησάντων ἐπ' ἄριστον, τηρῶν τὸ πρόσταγμα σὺν εὐλαβείᾳ πολλῇ. Ὁ Χριστιανὸς δὲ οὐχ οὕτως, ὁ ἀκούσας, «Ἂν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» ἀλλ' ὅταν αὐστηρότερον ἴδῃ τὸν ἱερέα σχήματι καὶ φωνῇ διορθούμενον τὸ πλημμέλημα, προφανῶς ἀντιλέγει, καὶ ὑπ' ὀδόντα γογγύζει, καὶ περινοστῶν τὴν ἀγορὰν καὶ τὰ ἄμφοδα λοιδορεῖται. Κἂν τῆς ἐκκλησίας ἀπο κλεισθῇ, καταφρονεῖ τῆς εὐχῆς, ἀπροσποιήτως τοῦ λαοῦ καὶ τῶν μυστηρίων ἀποτεμνόμενος· ἢ τυχὸν οὐδὲ ὑποβληθεὶς ταύτῃ τῇ τιμωρίᾳ, ἑαυτὸν τῆς ἐκ κλησίας ἀπάγει, διὰ τὴν ὀργὴν τὴν πρὸς τὸν ἐπίσκο πον, καὶ τὸν Θεὸν καὶ ∆εσπότην ἀποστρεφόμενος. Λεκτέον δὲ τῷ τοιούτῳ τὸ πρὸς Παῦλον λεχθὲν, ἡνίκα ἔτι Σαῦλος ἐτύγχανε· «Σκληρόν σοι, ἄνθρωπε, πρὸς κέντρα λακτίζειν.» Εἴτε ἀπὸ σαυτοῦ τὸν Θεὸν ἀφῆ κας, λόγισαι ὅτι ὁ τοῦ ἡλίου χωριζόμενος, ἐν σκότει καὶ ζόφῳ διάγει τὸν βίον· εἴτε ἀπεβλήθης τῶν εὐχῶν ὡς ἀνάξιος, ἀνακάλεσαι τῇ μετανοίᾳ τὴν πρώτην κατάστασιν. Οὐδὲν ψεῦδος ἐν Εὐαγγελίοις γέγραπται, οὐδὲ πρόῤῥησις τοῦ Χριστοῦ ἐσφαλμένην ἔχει τὴν ἔκβα σιν. ∆ιὰ Πέτρου ἔδωκε τοῖς ἐπισκόποις τὴν κλεῖδα τῶν ἐπουρανίων τιμῶν· γίνωσκε ὅτι λυθεὶς λέλυσαι, καὶ δεθεὶς τοῖς ἀοράτοις δεσμοῖς κατασφίγγῃ. Εἰ ὀφθαλμοὺς εἶχες πρὸς τὴν οὐσίαν τῆς ψυχῆς, ἔδειξα ἄν σοι τῷ ἀφωρισμένῳ σχῆμα κατακεκριμένου, βαρυ τάτοις δεσμοῖς τὸν αὐχένα πιεζομένου, οὐδὲν τῶν μελῶν ἐλεύθερον ἢ ἄνετον ἔχοντος. Καὶ εἴθε τῷ βίῳ ἡ τιμωρία περιωρίζετο! νυνὶ δὲ ἂν ἀνθρώπινόν τι συμβῇ, καὶ ἀθρόον παραστῇ ἡ τελευτὴ, ὡς κλέπτης ἐν νυκτὶ, γίνωσκε κεκλεῖσθαί σοι τὰ ἐκεῖ. Ἐπιμελεῖς εἰσι καὶ μὴ παιζόμενοι