1

 2

 3

 4

 5

 6

2

δυνάμει στρατηγουμένην τοῦ Πνεύματος, φανερῶς ἑαυτοὺς τοῖς μιαροῖς ἀντικατέστησαν γράμμασι· καὶ σύμφωνον πάντες, ὡς ἐκ μιᾶς γλώττης, τὴν πίστιν ἡμῶν ἐξεβόησαν, μικρὸν φροντίζειν λέγοντες τῆς προσκαίρου ταύτης ζωῆς, καὶ παρέχειν ἔκδοτα τὰ σώματα ποικίλαις κολάσεων ἰδέαις. Ὁ τοίνυν τοῦ βιαίου νόμου τυραννικώτερος ὑπηρέτης, καταμαθὼν τῶν ἁγίων τὴν ἔνστασιν, ἰσόῤῥοπον ἔσπευσε μηχα νήσασθαι τῆς προθυμίας τὴν τιμωρίαν, καὶ ψυχαῖς ἀνενδότοις καινὴν καὶ παράδοξον ἐπινοήσας δειλίαν. Ἂν τὸ ξίφος αὐτοῖς ἀπειλήσω, φησὶ, μικρὸς εἰς κα τάπληξιν ὁ φόβος, καὶ οὐδαμῶς ὑποκύψουσιν· ἄνδρες γάρ εἰσιν ἐν ὅπλοις ἐκ παίδων ζήσαντες, καὶ σίδηρον φέρειν εἰθισμένοι. Ἐὰν ἄλλας αὐτοῖς προσαγάγω κολάσεις, γενναίως ἐγκαρτερήσουσιν, οὐκ ἀπείρως ἔχοντες πληγῶν, καὶ τραυμάτων· οὐδὲ τὸ πῦρ ἐστι φοβερὸν τοῖς ἐνστατικῶς, ὡς οὗτοι, διακειμένοις. ∆ιὸ προσῆκεν ἐξευρεθῆναι τιμωρίαν, ἢ καὶ τὴν ἐνέργειαν ἕξει τῆς ἀλγηδόνος ὀδυνηρὰν, καὶ τὸν χρόνον μακρὸν, καὶ παρέλκοντα.

Τί οὖν ἐπιμελῶς ἐβουλεύσατο κατὰ τῶν ἁγίων ὁ τῶν κακῶν σοφιστής; Καὶ μεριμνήσας, 46.777 εὗρεν ἐναέριον κίνδυνον, ὃν πρόχειρον αὐτῷ παρεῖχεν ὁ καιρὸς, καὶ ἡ χώρα. Ὁ μὲν γὰρ καιρὸς, ἦν χειμών· ὁ δὲ τόπος, Ἀρμενία, ἡ πρόσοικος χώρα, ὡς ἴστε, δυσχείμερος· οὐδὲ τὴν τοῦ θέρους ὥραν ἀλεεινὴν τοῖς ἐνοικοῦσι παρέχουσα, ἀλλὰ τοσοῦτον ἀγαπητῶς θαλ πομένη, ὅσον ἐκθρέψαι τὸν ἄσταχυν· ἀμπέλου δὲ τὸ φυτὸν παρ' αὐτοῖς καὶ ἠγνόηται· καὶ ὁ μὴ μακρὰν ἐκδημήσας, βότρυν οὐκ οἶδεν· ἐρωτᾷ δὲ περὶ σταφυ λῆς οὗτος, ὡς ἡμεῖς περὶ τῶν παρ' Ἰνδοῖς γινομέ νων. Ἐκεῖ χιόνος οὔσης ἀνατέμνει τὴν γῆν ὁ σπείρων, καὶ τὸν ἄμητον καταλαμβάνει νιφάς· καὶ τὸν θερι στὴν ἀποδύουσιν ἄνεμοι, ἂν μὴ σφόδρα καταδήσας ἑαυτὸν τοῖς ἱματίοις, πρὸς τὴν βίαν τῶν πνευμάτων διαγωνίσηται. Μετόπωρον δὲ καὶ ἔαρ σχεδὸν οὐκ εἰ σὶν, ὡς παρὰ κακοῦ γείτονος τοῦ χειμῶνος πρὸς τὴν ἐκείνου δυναστείαν παρασυρόμενα. Ἐπ' ἐκείνης τοίνυν τῆς χώρας καὶ τοῦ ἐνεστῶτος μηνὸς ἀποδύσας τοὺς ἁγίους, ὑπαιθρίους ἔστησεν ἐν ὁλογύμνοις τοῖς σώμασιν ἐξ ἐναντίας τοῦ βασιλέως τῶν Ἀσσυρίων καὶ τῆς Βαβυλωνίας καμίνου, τοὺς τῆς εὐσεβείας μαθητὰς ἀμυνόμενος. Οὐδὲν δὲ παρα πλήσιον εἰς ἀλγηδόνα, πῦρ φλέγον, καὶ κρυμὸς συμ πηγνὺς καὶ μαραίνων· τὸ μὲν γὰρ τῷ σιδήρῳ προσῆκεν, ὀξέως ἄγον ἐπὶ τὸν θάνατον· τὸ δὲ τὴν ὀδύνην ἔχον ἰσόῤῥοπον, παρατείνει τὴν τελευτήν.

Ἀργότερα γὰρ καθόλου τὰ ὑπὸ ψυχροῦ γινόμενα πάθη, οἷον τε ταρταῖοι, καὶ καρκῖνοι, καὶ ἄνθρακες, καὶ ὅσα φιλο σοφοῦντες ἰατρικοὶ τὴν ψυχρὰν ὕλην ἀπεφήναντο τοῖς σώμασιν ἐμποιεῖν. Οὕτως οἱ ψυχρότεροι καὶ πιμε λώδεις, νωθρότεροι καὶ δύσχρηστον ἔχοντες τὸ σωμά τιον· καὶ τὰ ἄλογα δὲ τῶν ζώων ὁμοίως. Τὰ μὲν θερ μότερα, ταχέα καὶ πρὸς τὴν ἐπείγουσαν χρείαν εὐ κίνητα· τὰ δὲ ἐναντίως ἔχοντα, βραδέα, καὶ νάρκῃ πεπεδημένα. Οὕτως ἵππος ταχὺς, συριγμῷ πρὸ τῆς μάστιγος διεγειρόμενος πρὸς τὸν δρόμον· βραδὺς ὁ ὄνος, καὶ μόλις διὰ τῶν ῥοπάλων τὴν ὁδοιπορίαν ἀνύων. Ὀξεῖα ἡ πάρδαλις, ξηρῷ καὶ θερμῷ τῷ σώ ματι διιπταμένη τὰς νάπας· ἡ ἄρκτος, τὸ ἀνάπαλιν παχυτέροις τοῖς μέλεσιν ἐμβραδύνουσα. Ταῦτα δὲ ὑμῖν οὐκ ἀπὸ καιροῦ ἐφυσιολόγησα, ἀλλ' ἵνα τὴν καρτε ρίαν τῶν ἀνδρῶν καταμάθητε, τὸν τρόπον τῆς τιμω ρίας ἐπισκεψάμενοι. Χειμὼν ποιεῖ ποταμοὺς ναυσι πόρους πεζεύεσθαι, καὶ ὕδωρ τὸ ῥέον εἰς τὴν τῶν λί θων μεταβάλλει σκληρότητα· καὶ πέτρας διαλύει, ὅταν τοῦ βάθους καθίκηται· καὶ τοῖς ἐναντίοις σώμα σιν ἐξίσης λυμαίνεται, τὰ μὲν ἁπαλὰ λιθοποιῶν, τὰ δὲ σκληρὰ διαλύων. Οὕτως ὁ οἶνος ὅταν παγῇ μορ φοῦται πρὸς τὸν περιέχοντα πίθον, καὶ τὸ ἁπαλὸν ἔλαιον ἵσταται στερεὸν πρὸς τὸν τόπον τοῦ ἀγγείου σχηματισθέν· ἡ ὕελος δὲ καὶ ὄστρακον περιῤῥα γέντα τοῖς ὑγροῖς διαθρύπτεται. Ζῶα δὲ τὰ τὴν ὄρειον ζωὴν λαχόντα καὶ ὕπαιθρον, τὰ μὲν διόλ λυται, τὰ δὲ τῇ ὑπερβολῇ τοῦ κακοῦ ἐπιλανθάνεται καὶ τῆς ἀγριότητος. Ἔλαφοι γὰρ καὶ δορκάδες ἐν μάνδραις