1

 2

 3

 4

 5

 6

3

αὐλίζονται· οὔτε κύνας τότε δειλιῶσαι, οὔτε τοὺς ἐγγίζοντας ἀποφεύγουσαι. Τὸ γὰρ μεῖζον ἀεὶ δεινὸν τῶν ὑποδεεστέρων φόβων τὴν δειλίαν 46.780 ἐκβάλλει. Ὄρνιθες δὲ παρ' ἀνθρώποις εἰσοικίζον ται, καὶ μένουσιν ὑπωρόφιοι. Ἄνθρωποι δὲ πόντον ὀρύττουσι, καὶ λιθουργοῖς ὀργάνοις τὸ ὕδωρ κόπτουσι· καὶ οἱ πλησίον ἀλλήλοις οὐκ ἐπιμίγνυνται. Ὁ τοιοῦτος καιρὸς ὅπλον τῷ τυράννῳ κατὰ τῶν μαρτύρων ἐγένετο.

Ἔδει γὰρ, ὡς ἔοικε, τὴν μεγάλην καὶ σύμφωνον τῶν μακαρίων φάλαγγα καινῷ τρόπῳ τιμωρίας ἐναγωνίσασθαι, ἵνα πρὸς τοὺς πολλοὺς τῶν μαρτύρων ἀσύγκριτον κτήσωνται τῆς εὐσεβείας τὴν δόξαν. Ἔστησαν οὖν, καὶ ἐπήγνυντο τὰ μέλη τρέμοντες, καὶ τὴν γνώμην ἀκλόνητον ἔχοντες, θέαν παρέχοντες ἐναγώ νιον, ἀγγέλοις, ἀνθρώποις καὶ δαίμοσι ... Ἄγγελοι μὲν τὸν χωρισμὸν τῶν ψυχῶν ἀνέμενον, ἵνα παραλα βόντες αὐτὰς πρὸς τὸν ἴδιον ἀναγάγωσι κλῆρον. Ἄν θρωποι δὲ τὸ τέλος ἐκαραδόκουν, τῆς κοινῆς φύσεως τὴν δύναμιν δοκιμάζοντες· εἰ διὰ φόβον καὶ ἐλπίδα τοῦ μέλλοντος τηλικούτων κατευμεγεθεῖν ἀλγηδόνων ἰσχύοιμεν. ∆αίμονες δὲ σφόδρα προσεῖχον τοῖς γινο μένοις, ἐπιθυμοῦντες ἰδεῖν τὴν πτῶσιν τῶν ἀθλητῶν, καὶ τὴν πρὸς τοὺς κινδύνους ἄνανδρον ἀπαγόρευσιν. Ἡ δὲ ἐλπὶς αὐτῶν κατῃσχύνθη, διὰ τὸν ἐνδυναμοῦντα Θεόν. Ἔβλεπον γὰρ τοὺς ἀκρωτηριασμοὺς, καὶ τοὺς ἰδίους ἕκαστος, καὶ τοὺς ἀλλήλων οἱ πάντες. Ὁ μὲν ἔκειτο ποδὸς ἢ δακτύλων περιῤῥυέντων· ἄλλος ἔκειτο τῆς ἐμφύτου θερμότητος καταψυχθείσης εἰς τέλος. Ὥσπερ δὲ οἱ σφοδρότατοι τῶν ἀνέμων, τόπον ἐπιπνεύ σαντες σύμφυτον, εἶτα τὰ ὑψηλὰ τῶν δένδρων κατα σείσαντες, εἰς γῆν καταφέρουσι πρόῤῥιζα· οὕτως ἐστορέσθη παρὰ τοῦ χειμῶνος ἡ τῶν μακαρίων παρά ταξις· τὰ εὐγενῆ φυτὰ τοῦ παραδείσου, τοῦ γένους τὸ ἐγκαλλώπισμα, αἱ ῥίζαι τῆς ἡμετέρας βλαστήσεως, οἱ Παύλου ὁπλῖται, οἱ Χριστοῦ δορυφόροι, οἱ τῶν βωμῶν καταλυταὶ, οἱ τῶν Ἐκκλησιῶν οἰκοδόμοι, οἱ κατὰ βαρβάρων ὁπλιτεύειν ἀπογραψάμενοι, καὶ πρὸς τὸν κοινὸν ἐχθρὸν τῆς ἀνθρωπότητος τὸν ἀγῶνα τελέ σαντες. Ἐγίνετο δὲ αὐτοῖς οὐ πρὸς βίαν καὶ ἀπαραίτητον ἀνάγκην ὁ θάνατος, ἀλλὰ καὶ μάλα πρόχειρος ἦν καὶ ἐπ' ἐξουσίας ἡ σωτηρία, εἰ καὶ μαλακισθῆναι πρὸς τὴν ἔνστασιν ἠβουλήθησαν. Λουτρὸν γὰρ ἦν ἐκ τοῦ σύνεγγυς, ὅπερ ἐγειτνία κατ' ἐπίνοιαν τῷ τόπῳ τῆς τιμωρίας· καὶ ἡ θύρα ἠνέῳκτο, καὶ παρεστῶτες ἐκάλουν. Σοφιστὴς γὰρ ὢν διωγμοῦ καὶ ποικίλης ῥᾳ διουργίας ὁ τύραννος, ἐγγὺς τὸ δέλεαρ τῆς παραβά σεως τοῖς πηγνυμένοις παρέθηκε, καὶ συνεβούλευε πρὸς τὴν θεραπείαν αὐτομολῆσαι, ὡς ὁ πατὴρ αὐτοῦ τοὺς πρωτοπλάστους εἰς τὴν γεῦσιν τοῦ ξύλου. Οἱ δὲ τότε καὶ μᾶλλον τὴν ἀνδρείαν ἐπέτεινον, εἰδότες ὡς καρτερία τηνικαῦτα παρέχει τὴν βάσανον, ἡνίκα ἂν προκειμένης ἐν ἐξουσίᾳ τῆς ἀπολαύσεως φείσηται· ὅπερ ἐν τοῖς ἀνωτέροις χρόνοις ∆ανιὴλ ὁ θεσπέσιος πεποιηκὼς ἐπιδέδεικται. Παρακαλούμενος γὰρ ἄφθονα καὶ ἡδέα σῖτα καὶ ποτὰ προσφέρεσθαι, μίσει καὶ ἀποστροφῇ τῶν εἰδωλοθύτων, τὴν σπερμοφαγίαν ἠγά 46.781 πησε· καὶ νηστεύων ἤνθει, καὶ ἀσιτῶν ὑπὲρ τοὺς τρυ φῶντας εὔσαρκος ἦν· Θεοῦ γὰρ τοῦτο δῶρον ἐξ αίρετον, τοῖς πιστοῖς δούλοις ἐν ταῖς ἀπορίαις τὰ παρ' ἐλπίδα χαρίζεσθαι.

Πλὴν ἐπειδὴ τοῖς ὑψηλοῖς τῶν πραγμάτων οἱ φθό νοι παραπεπήγασιν, ἐκινδύνευσε λωβηθῆναι τὸ μακά ριον σύνταγμα, καὶ μικροῦ δέοντος, ἀπωλέσαμεν τῆς τετάρτης δεκάδος τὸ πλήρωμα. Εἷς γὰρ ἀπαγορεύσας διὰ τὸν κρυμὸν, πρὸς αὐτῷ τῷ τέλει τῆς νίκης, οἴμοι! τοὺς μὲν συστρατιώτας ἀφῆκε, τῇ τέχνῃ δὲ τοῦ τυ ράννου προσεχώρησε τῷ λουτρῷ, ἤδη τῆς σαρκὸς μαρανθείσης φεισάμενος ὁ φιλόζωος· τῆς τε γὰρ ἐλ πίδος ἐξέπεσε, καὶ τῆς προσκαίρου ζωῆς οὐκ ἐπέτυ χεν, εὐθὺς ἐπιτελευτήσας τῇ παραβάσει· Ἰούδας ἄθλιος ἐν τοῖς μάρτυσιν, οὔτε μαθητὴς, οὔτε πλού σιος, καὶ πρός γε τὸν βρόχον ἐφελκυσάμενος· καὶ μὴ θαυμάσῃ μηδείς. Σύνηθες γὰρ τῷ διαβόλῳ κατὰ τῶν ὑποκυπτόντων αὐτῷ τὸ τοιουτότροπον ῥᾳδιούργημα· ἀπατᾷ καὶ κολακεύει ποικίλως, ἵνα ῥίψῃ· ῥίψας δὲ, εὐθὺς ἐπεμβαίνει, καὶ τοῦ