1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

{1Περὶ τῆς ἀναστάσεως αὐτοῦ.}1 Φησὶν ὁ ∆αβὶδ, ὅτι Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια φθορὰν, τοῦ σώματος δηλονότι. Εἶτα, Ἐγνώρισάς με ὁδοὺς ζωῆς· καὶ Ὠσηὲ δὲ φανερώτερον φησί· Καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἀναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, προσώπῳ ταῦτα λέγων τῶν κεκοιμημένων ἁγίων, ὧν τὰ σώματα συνηγέρθησαν τῷ Χριστῷ κατὰ τὴν τριήμερον ἀνάστασιν αὐτοῦ, καὶ ἐνεφανί σθησαν πολλοῖς, ὡς διδάσκει τὸ Εὐαγγέλιον. Φησὶ δὲ καὶ ὁ Ἑβραῖος Ἰώσηπος κατὰ τὸν ὀκτωκαιδέκατον τόμον τῆς Ἀρχαιολογίας αὐτοῦ· Γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς σοφὸς ἄνθρωπος, εἴπερ ἄνδρα αὐτὸν λέγειν χρή. Ἦν γὰρ παραδόξων ἔργων ποιητὴς, διδάσκαλος ἀνθρώπων ἡδονῇ τἀληθῆ δεχο μένων καὶ πολλοὺς μὲν τῶν Ἰουδαίων, πολλοὺς δὲ καὶ ἀπὸ τοῦ ἑλληνικοῦ ἐπηγάγετο. Ὁ Χριστὸς οὗτος ἦν, καὶ αὐτὸν ἐνδείξει τῶν παρ' ἡμῖν πρώτων ἀν δρῶν καθήλωσαν Ἰουδαῖοι σταυρῷ, ἐπιτετιμηκότος Πιλάτου. Οὐκ ἐξεπαύσαντο δὲ οἱ τὸ πρῶτον ἀγαπή σαντες τὰ αὐτοῦ καταγγέλλειν. Ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰ ρηκότων.

{1Περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἐκ τῶν Ἡσαίου.}1 Εὐφράνθητι, ἔρημος

διψῶσα. Ἀγαλλιάσθω ἔρη μος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμή λου. Αἰσθητῶς μὲν οὖν οὔτε γέγονεν, οὔτε γενήσεται ταῦτα. Τίς γὰρ ἂν ἕλοιτο τὴν ἔρημον οἰκῆσαι, εἰ μὴ τοὺς Χριστιανοὺς ἐρεῖς μοναχούς; Ἀναγωγικὼς δὲ, 130.273 καὶ πάνυ. Ἔρημος μὲν γὰρ ἡ ἐξ ἐθνῶν ἐκκλησία τῶν ἀκάρπων πρὶν, καὶ ὄντων οἰκητήριον τῶν νοη τῶν θηρίων, ἥτις φλεγομένη τῷ πυρὶ τῶν παθῶν ἐδίψε θεογνωσίας καὶ σωτηρίας. Καὶ τυχοῦσα τοῦ κηρύγματος εὐφραίνεται, καὶ ἀγαλλιᾶται, καὶ ἀνθεῖ τῇ φαιδρότητι, καὶ εὐωδίᾳ τῶν ἀρετῶν. Ἐδόθη δὲ αὐτῇ καὶ ἡ δόξα τοῦ Λιβάνου, τουτέστι τοῦ παλαιοῦ λαοῦ, ὃν καὶ Κάρμηλον ὠνόμασε. ∆όξα δὲ τούτου καὶ τιμὴ ἡ εὐσέβεια, καὶ ἡ πρὸς Θεὸν οἰκείωσις, καὶ τὸ ὕψος τῆς δόξης καὶ τοῦ νόμου, καὶ τὸ τῶν θείων ἀντιλήψεων ἀμφιλαφὲς, καὶ τὸ τῶν χαρίτων κατάκομον. Καὶ πάλιν, Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Στεῖρα μὲν γὰρ ἡ δηλωθεῖσα ἐκκλησία, καὶ ἄγονος καρπῶν ἀρετῆς τὸ πρότερον, ὕστερον δὲ τὰ σπέρματα τῆς εὐσεβείας ὑποδεξαμένη πολύπαις ἐγένετο, νικήσασα τῇ πολυπληθείᾳ τὴν Ἰουδαϊκὴν συναγωγὴν, ἧς ἀνὴρ ὁ Θεὸς τὸ πρὶν, ἀγαπῶν καὶ προνοούμενος καὶ φυλάτ των αὐτὴν, ἢ καὶ ὁ νόμος. Πάλιν δὲ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἡσαΐας πρὸς τὸν Υἱὸν καὶ Θεόν φησιν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ κα ταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονο μίαν ἐρήμου, καὶ τὰ ἑξῆς. Καὶ διὰ τοῦ ∆αβὶδ γὰρ ἐπηγγείλατο τῷ Υἱῷ λέγων, Καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου. Ὁ αὐτὸς δὲ ∆αβὶδ παρεκάλει τὸν Πατέρα περὶ τούτων λέγων, Κατάστησον, Κύριε, νο μοθέτην ἐπ' αὐτούς. Καὶ ὁ Ἡσαΐας δὲ εἴρηκε προσ ώπῳ τοῦ τοιούτου νομοθέτου· Νόμος παρ' ἐμοῦ ἐξε λεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσι. Τίς δὲ ὁ νόμος οὗτος παρὰ τὸν εὐαγγελικὸν, ὃς ἐφώτισε τὰ ἐσκο τισμένα τῇ πλάνῃ ἔθνη; Ὁ γὰρ Μωσαϊκὸς πρὸ πολ λῶν ἐτῶν ἐξελήλυθεν. {1Τοῦ αὐτοῦ.}1 Περὶ τῆς καινῆς διαθήκης τοῦ εὐαγγελίου πάλιν προεφήτευσεν Ἡσαΐας εἰπὼν, Ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς νῦν μὲν ἐν τῷ ὄρει Σιὼν καθήμενος, καὶ διδάσκων, νῦν δὲ ἐν τῇ πόλει τῇ Ἱερουσαλὴμ διατρίβων, ἐνομοθέτησε τὸν εὐαγγελικὸν νόμον τε καὶ λόγον. Οὐ γὰρ περὶ τοῦ Μωσαϊκοῦ νῦν φησιν ὁ προφήτης. Πῶς γὰρ, ὃς ἐν τῷ Σινᾷ ἐνομοθε τήθη, ἀλλ' οὐκ ἐν Σιὼν, οὐδὲ ἐν Ἱερουσαλὴμ, καὶ πάλαι πολλῷ πρὸ τοῦ Ἡσαΐου, ὥσπερ, εὐαγγελικὸς πολλῷ μετὰ τὸν