1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

{1Ἐκ τῆς αὐτῆς.}1 Πῶς φατε τὸν μὲν τῆς παλαιᾶς ∆ιαθήκης νομο-θέτην δίκαιον, τὸν δὲ τῆς νέας ἀγαθὸν, καὶ διὰ ταῦτα ἄλλον καὶ ἄλλον εἶναι διισχυρίζεσθε; Εἰ μὲν γὰρ τὸ δίκαιον ἀγαθὸν, ὁ δίκαιος πάντως ἀγαθός. Οὐ γὰρ ἀλλήλοις ἀντιδιαιροῦνται τὸ ἀγαθὸν καὶ τὸ δίκαιον· καὶ ὁ ἀγαθὸς πάντως δίκαιος. Μυρίων δὲ χρήσεων ἀγαθὸν εἶναι τὸν τῆς παλαιᾶς νομοθέτην κηρυττουσῶν, μίαν παραθήσομαι· Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός· εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός· καὶ οἱ καθεξῆς δύο στίχοι. Καὶ ὁ τῆς νέας δὲ νομοθέτης· Καὶ ἡ κρίσις δὲ ἡ ἐμὴ δικαία ἐστί· καὶ πρὸς τὸν Ἰωάννην· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δι- καιοσύνην. Ὅτι δὲ εἷς ὁ καὶ τῆς παλαιᾶς καὶ τῆς νέας νομοθέτης, προείρηκεν Ἱερεμίας λέγων· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθή-σομαι ὑμῖν ∆ιαθήκην καινὴν, οὐ κατὰ τὴν ∆ια-θήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐπι-λαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐ-τοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ ∆ιαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν. Καὶ πά-λιν αὐτὸς, ὁ καὶ ταύτης κἀκείνης νομοθέτης Χρι-στὸς, εἶπεν· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι· τουτέστιν ἀτελῆ ὄντα διὰ τὸ τῶν Ἑβραίων ἀτελὲς τελειῶσαι τῇ μείζονι φιλοσοφίᾳ, καὶ ἀνδράσι πρεπούσῃ. Ὁ μὲν γὰρ ἦν παιδαγωγὸς γυμνάζων ἐπὶ τὸ Εὐαγγέλιον, τοῦτο δέ ἐστι μυστα-γωγὸς διδάσκων τὰ τελεώτερα. Καὶ ὁ μὲν ἐῤῥύθ-μιζε τὰ σώματα, τὸ δὲ καταρτίζει τὰς ψυχάς. Συνεργὸς οὖν ἡ παλαιὰ τῆς νέας, καὶ προπαρα-σκευὴ, καὶ ὁδοποίησις.