1

 2

 3

 4

 5

3

δημοσιεύει τὸν λόγον οὐδὲ γυμνοῖ τὸ θαρρηθὲν μυστήριον, τότε τὰ πρὸς Πιλᾶτον γραφέντα ἀπὸ Καίσαρος λέγουσιν καὶ ὅτι τοῦ Λογγίνου μεθ' ἑτέρων δύο τὴν κεφαλὴν ἀπήντησαν τεμεῖν. Ὁ δὲ καὶ οὗτοι τίνες εἶεν οἱ ἅμα τῷ Λογγίνῳ πυθόμενος, ἔγνω μαθὼν ὡς ἐκεῖνοί γε ἦσαν οἱ τῆς ἰουδαϊκῆς μισθαρνίας τὸν Χριστὸν προτιμήσαντες, καὶ σπουδῇ πολλῇ γράφει πρὸς αὐτοὺς τὸ τάχος ἥκειν πρὸς αὐτὸν ἀγαθῶν μεγάλων αὐτῷ κοινωνήσοντας. Ἡμέραν τε οὕτω μίαν καὶ δευ τέραν ξενίσας αὐτοὺς ὁ Λογγῖνος, τῇ τρίτῃ παραλαβὼν εἰς ἀγρόν, ἐκεῖ τοὺς παρ' αὐτοῦ μετασταλέντας ἀνέμενεν. Ἐγγὺς δὲ εἶναι μαθὼν ἀπαγγέλλει αὐτοῖς ὡς αὐτὸς εἴη ὁ Λογγῖνος, ὁ παρ' αὐτῶν ζητούμενος.

8 Οἱ δὲ πρότερον μὲν ἠπίστουν, μετὰ δὲ τοῦτο πεισθέντες ἐ δάκρυον, τίλλοντες τὰς ἑαυτῶν τρίχας καὶ οἰκτρὰς φωνὰς πρὸς τὸν Λογγῖνον φθεγγόμενοι· «Τί σοι τὸ ἐγχείρημα, ὦ φίλε, ἔδοξεν τοῦτο; Ἵνα τί τοὺς ἐπὶ τὸν σὸν ἐλθόντας φόνον εἰς τὸν οἶκόν σου ἔλαβες; Τίνος χάριν τοῖς εἰς σφαγήν σου παραγενο μένοις δεῖπνον ἐπετέλεσας καὶ παρέθηκας τράπεζαν, οὐ μίαν μόνον ἡμέραν, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην; Ἆρά σου τὸν οἶ νον οὐχ ἑώρας ἐν τῷ αἵματί σου τῷ παρ' ἡμῶν ζητουμένῳ κιρ νώμενον; Νῦν μὲν τί δεῖ εἰπεῖν; Τί δὲ πρᾶξαι ἢ βουλεύσασθαι περὶ σοῦ δυνησόμεθα; Ἄπιθι, μισθὸν τῆς ξενίας λαβὼν τοῦ παρ' ἡ μῶν θανάτου τὴν ἄφεσιν· ἡμεῖς γὰρ ἐπιθεῖναί σοι τὸ ξίφος οὐ τολμῶμεν, ναρκῶμεν τοὺς ἅλας, ἐρυθριῶμεν τὴν τράπεζαν, δεδοίκαμεν τὸν θεόν, τὸν τῆς ξενίας ἔφορον. Κρεῖττον ἡμᾶς κινδυνεύειν παρὰ Πιλάτου τὴν Λογγίνου κεφαλὴν μεθοδεύον τας, οὐχὶ δὲ πάντα τὸν βίον ἡμῶν τῷ συνειδότι τήκεσθαι καὶ συνδειπνοῦντας ὁρᾶν τοὺς λεγομένους αἱμοχαρεῖς δαίμονας. Πῶς γὰρ ἡμῶν ἔσται δεῖπνον ἀγαθὸν ἐάν σοι τὰς χεῖρας ἐπε νέγκωμεν; Ναρκῶσιν γὰρ ἡμῶν οὐ μόνον αἱ χεῖρες, ἀλλὰ καὶ οἱ πόδες καὶ ἅπαν ἡμῶν τὸ σῶμα, ἐὰν τοῦτο πράξωμεν, ἐὰν φο νευταὶ τοῦ εὐεργέτου καὶ ξενοδόχου γενώμεθα.»

9 Ταῦτα μὲν αὐτοὶ πρὸς τὸν Λογγῖνον ἔλεγον. Οὐ μὴν δὲ ἔ πειθον τὸν πρόθυμον καὶ εὔψυχον ἀθλητὴν τὸν ἀγῶνα ὑπὲρ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ παραιτήσασθαι, ἀλλὰ πρὸς αὐτοὺς εὐθαρσῶς ἀποκρίνεται· «Μή με», λέγων, «προδότην τῆς ζωῆς ὀφθῆναι θελήσητε, μηδὲ πειραστὴν ἀποδειχθῆναι τῆς χάριτος. Μηδὲ λύκος τὴν τῶν προβάτων ἐκλογὴν ἀποδυσάμε νος γένωμαι· μηδαμῶς ἀρνήσωμαι ὃν ἅπαξ ὡμολόγησα. Μὴ ζημιωθῶ τὴν δόξαν ἐκείνην ἣν εἶδον τὰ στοιχεῖα σαλεύουσαν. Μή μου κατήγορος ὁ δῆμος τῆς κτίσεως γένηται, ὅτιπερ τοῦτον παρέβην δι' ὃν ὁ οὐρανὸς τὰς οἰκείας ὄψεις ἐκάλυψεν καὶ ἔδυσεν ὁ ἥλιος τὰ τῶν λαμπάδων ἅρματα, τὸ στάδιον αἱ ἡμέραι τοῦ φωτὸς παρῃτήσαντο, ἡ νὺξ πρὸς βίαν εἵλκετο· τοῦ σταυροῦ γὰρ τὸ βάρος οὐχ ὑφίστατο καὶ τῆς ἰουδαϊκῆς θεομαχίας παρῃ τεῖτο τὸ ἔγκλημα. Ταῦτα ἐγὼ τοῖς ὀφθαλμοῖς μου καὶ ταῖς οἰ κείαις ὄψεσιν ἱστόρησα. Πῶς τοίνυν σκορπίσω τοσούτων μοι ἀγαθῶν πλοῦτον; Οὐδὲ γὰρ ἀγγέλων τὰς μέμψεις ὑποστήσο μαι.»

10 Ἔτι δὲ λαλοῦντος ταῦτα τοῦ Λογγίνου, ἡ ξυνωρὶς τῶν σὺν αὐτῷ στρατιωτῶν, ἡ τὴν ἐπὶ θάνατον ψῆφον παρὰ Καίσα ρος λαχοῦσα, ἔφθασεν. Φαιδρῷ δὲ αὐτοῖς προσώπῳ καὶ περι χαρεῖ λίαν ὁ Λογγῖνος συνήντησεν καί, τοὺς ὀφθαλμοὺς ἅμα καὶ τὸν τράχηλον αὐτῶν καταφιλήσας, ἔφη πρὸς αὐτούς· «Χαί ρετε, ὦ συστρατιῶται Χριστοῦ καὶ νικηταὶ τῶν θείων ἀγώνων καὶ κληρονόμοι τῆς βασιλείας οὐρανῶν, χαίρετε ὅτι ἡ πύλη ἡμῖν πρὸς οὐρανὸν ἀνέῳγεν, ἄγγελοι τὰς ἡμετέρας ψυχὰς πα ραλαμβάνειν καὶ προσφέρειν τῷ μονογενεῖ Υἱῷ τοῦ θεοῦ μέλ λουσιν. Ἰδοὺ τὰς λαμπάδας ὁρῶ καὶ τοὺς στεφάνους κατο πτεύω καὶ τὰ βραβεῖα στοχάζομαι μεθ' ὧν τῷ τοῦ νυμφίου πα ραστησόμεθα βήματι.» Καὶ ταῦτα εἰπών, ἔφη τοῖς δημίοις· «Εἴ τι οὖν προσετάχθητε, τάχος ποιήσατε.» Καὶ πρὸς τὸν ἡ γούμενον τῆς οἰκίας αὐτοῦ ἔφησεν στολὴν καθαρὰν κομίσαι αὐ τῷ, ὡς ἐπὶ γάμον καὶ νυμφῶνα καλουμένῳ.