1

 2

 3

 4

 5

4

Ἐνδυσάμενος δὲ αὐτὴν καὶ τῇ χειρὶ δείξας τὸν λόφον, ἐν ᾧ τὸ μακάριον αὐτοῦ σῶμα διετάξατο τεθῆναι, οὕτω τε τὸ γόνυ κάμψας χαίρων λίαν, καὶ σχηματίσας ἑαυτὸν μετὰ τῶν σὺν αὐτῷ ἑταίρων τῶν τὸν νικηφόρον ἀγῶνα διανυσάντων, τὴν κεφαλὴν ἐκτέμνεται καὶ χο ροῖς ἀποστόλων τε καὶ μαρτύρων ἐγγράφονται· τούτων γὰρ τὴν ἀνδρείαν καὶ ἐκείνων τὸν καλὸν ζῆλον ἐπεδείξαντο.

11 Λαβόντες δὲ οἱ δήμιοι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου ταύτην προσφέρουσιν τῷ Πιλάτῳ· καὶ γὰρ πρὸς χάριν τῶν Ἰουδαίων καὶ περὶ ὧν ἔλαβεν χρημάτων τοῦτο πεποίηκεν. Ὡς δὲ ἤνεγκαν οἱ δήμιοι εἰς Ἰερουσαλὴμ τὴν κεφαλὴν τοῦ ἁγίου, προστάσσει ὁ Πιλᾶτος ἐπιδειχθῆναι αὐτὴν τοῖς Ἰουδαίοις, τοῖς διψῶσιν τὸν θάνατον Λογγίνου, καὶ πολλοῦ χρυσίου τὸ δρᾶμα πωλήσας τοῖς εἰωθόσι χρήμασιν ὠνεῖσθαι τὰ τῶν δικαίων αἵ ματα. Τότε ῥιφῆναι τὴν τιμίαν τῷ θεῷ καὶ φοβερὰν τοῖς δαί μοσι, τοῖς δὲ ἀγγέλοις ἐπέραστον καὶ στοιχείοις θαυμαζομένην κεφαλὴν τοῦ ἁγίου Λογγίνου προστάττει ὁ Πιλᾶτος ἔξω πρὸ τῆς πύλης τῆς πόλεως. Ἔκειτο τοίνυν πρὸ τῆς πύλης ὥσπερ τις θησαυρὸς ἄσυλος· κόπρου δὲ πλείστης οὔσης ἐκεῖσε, ἀβλαβὴς δι εφυλάχθη ὁ πολυτίμητος τοῦ Χριστοῦ μαργαρίτης, καὶ τάφος αὐ τῷ τέως μᾶλλον δὲ κιβωτὸς ἡ κόπρος ἦν, μακροθυμοῦντος τοῦ φιλανθρώπου θεοῦ καὶ ἐν τούτῳ οἰκονομίας χάριν.

12 Χήρα γάρ τις γυνὴ τῆς αὐτῆς τῶν Καππαδοκῶν χώρας, μονογενοῦς τέκνου μήτηρ, τοὺς ὀφθαλμοὺς τοῦ σώματος ἀπο βαλοῦσα, πίστει τὸ πάθος νικήσασα, μετὰ τοῦ μονογενοῦς τέκ νου τὴν Ἰερουσαλὴμ κατέλαβεν, ἐνθάδε προσδοκῶσα τῇ προσκυ νήσει τῶν ἁγίων τόπων τοὺς ὀφθαλμοὺς ἀπολαβεῖν. Ὡς οὖν χειραγωγουμένη ὑπὸ τοῦ ἰδίου τέκνου συνῆγεν τὸν χοῦν τῆς γῆς καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς ἐσκέπτετο καταπλάσα σθαι τοῦτον, ἴσως ἐν αὐτῷ εὑρίσκειν προσδοκῶσα τοῦ φωτὸς τὸ κολλύριον πρὸς τὸ ἀναβλέψαι, ἀθρόον δὲ νόσος ἐπῆλθεν τῷ μονογενεῖ αὐτῆς υἱῷ καὶ ἐκ τῶν μητρικῶν χειρῶν αὐτὸν ἀφήρ πασεν, τότε διπλοῦν αὐτῇ τὸ σκότος τῶν ὀφθαλμῶν ἐπῆλθεν καὶ ἀπεσβέννυτο τῷ δριμυτάτῳ πάθει τῆς συμφορᾶς. Ἡ δὲ οἰκ τρὰς φωνὰς βοῶσα πρὸς τὸν θεὸν ἔλεγεν· «Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὰ ἑξῆς. Μὴ μόνη ἐγώ», φησίν, «ἁμαρτωλὸς τυγχάνω, ὅτι τὰς δίκας οὕτω δριμυτάτως εἰσπράτ τομαι; Μὴ χείρων εἰμὶ τῆς πόρνης ἣν προσεδέξω μύρον σοι προσκομίζουσαν; Ἐμὲ δὲ καὶ τὸ φῶς ἐστέρησας καὶ τὸν μονο γενῆ μου ἔλαβες· καὶ οὐκ ἔστι μοί ποθεν ἐλπὶς σωτηρίας».

13 Ὡς δὲ ἦν ἐν πολλῇ θλίψει καὶ ἀπαραμυθήτῳ πένθει, φαί νεται αὐτῇ καθ' ὕπνον ὁ μακάριος Λογγῖνος καὶ πάντα αὐτῇ τὰ καθ' ἑαυτὸν διηγήσατο· «Ἐγώ εἰμι», λέγων, «Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ὁμολογήσας ἐπὶ τοῦ σταυροῦ τὸν κύριον ἡ μῶν Ἰησοῦν Χριστὸν ὅτι «ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» Ὅθεν ἀποκαλύπτω σοι καὶ ὅπως Πιλᾶτος κατ' ἐμοῦ ψευδῆ δη μηγορήσας ἐρεθίζει τὸν Καίσαρα καὶ ἀποτέμνει μου τὴν κεφα λὴν καὶ ἐνταῦθα κομίζει καὶ ῥίπτει ἔξω τῆς πόλεως· Ἰουδαί ων γὰρ παῖδες χρημάτων ὠνῇ καὶ τούτῳ συνεφώνησαν. Κό προς δὲ πλείστη ἐπ' αὐτῇ σεσώρευται, ὥστε σοι ἔδει φυλαχθῆ ναι τὸν κλῆρον τοῦτον πρὸς ἰατρείαν· ἅμα γὰρ αὐτὴν ἀνακαλύ ψεις, τοὺς ὀφθαλμούς σου ἀπολήψει· εἶθ' οὕτως παραστήσω δέ σοι καὶ τὸν παῖδα μετὰ δόξης, ὅστις σου τὸ πένθος παρακαλέ σει.»

14 Τούτοις δὲ τοῖς λόγοις παρακληθεῖσα ἡ γυνή, ὁμοῦ καὶ νευρωθεῖσα ὡς ἀνδρεία καὶ πιστή, πρὸς τὸ ἔργον ἠπείγετο, χειρ αγωγηθεῖσα πρὸς τὸν χῶρον ἐν ᾧ κόπρον σωρευθῆναι ἐμάνθανε παρὰ τῶν αὐτὴν ὁδηγούντων καὶ αὐτῶν πιστῶν ὄντων· ἤδη δὲ φθασάντων εἰς τὸν προκείμενον τόπον, ἄρχεται ὀρύγειν ταῖς ἰ δίαις χερσίν· προνοίᾳ δὲ θεοῦ τάχιον εὑροῦσα τὴν τιμίαν τῷ θεῷ κεφαλήν, παραχρῆμα τὰς ἡλιακὰς ἀκτῖνας ἐθεάσατο. Περι πτυξαμένη δὲ καὶ πλύνασα μετὰ πάσης σπουδῆς καὶ μύροις ἐν τίμοις ἐπαλείψασα, ἐπανέρχεται φέρουσα τὸν μαργαρίτην ἔνθα ἐξενίζετο.