1

 2

 3

 4

 5

5

Πάλιν δὲ τῇ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῇ ὁ μακά ριος Λογγῖνος ἔχων τὸν αὐτῆς υἱὸν παρὰ τὴν ἑαυτοῦ πλευράν, λαμπρὸν καὶ μειδιῶντα καὶ ὥσπερ νυμφίου στολὴν ἔχοντα, λέ γει· «Ἰδὲ ὃν ἐπόθεις, ὦ γύναι. Οὗτός ἐστιν ὃν ἁρπασθῆναι τῶν σῶν χειρῶν ἐνόμισας. Θεὸς δὲ αὐτὸν ἐλευθερώσας εἰς τὴν ἄνω βασιλείαν ἐστράτευσεν. Καὶ νῦν σὺν ἐμοὶ ἔχω αὐτόν· παρὰ γὰρ τοῦ σωτῆρος ἔλαβον αὐτὸν καὶ τῆς ἐμῆς δεξιᾶς οὐδέποτε ἀπο στήσεται. Λαβοῦσα τοίνυν τὴν ἐμὴν κεφαλὴν καὶ τοῦ σοῦ παι δὸς τὸ σῶμα, ἐν μιᾷ λάρνακι παράδος καὶ μηκέτι τὸν μονογενῆ σου δάκρυε· μεγάλη γὰρ αὐτῷ σὺν ἐμοὶ δόξα δεδώρηται καὶ βωμὸς ἱερὸς καὶ θυσίαι μυστικαὶ καὶ πολυύμνητοι χορεῖαι καὶ πανηγύρεις πάνδημοι, ἄλλα τε πολλὰ πρὸς τούτοις ἃ οὐ δυνατὸν ἐπὶ τῆς γῆς τελεῖσθαι, ἐν οὐρανῷ δὲ «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», ἅπερ ἡμῖν ὁ θεός, ἔργῳ καὶ λόγῳ τὴν πρὸς ἡμᾶς ἐνδειξάμενος ἀγάπην, παρεσκεύασεν.»

15 Τούτους τοὺς λόγους ἡ τοῦ νεανίσκου μήτηρ ὡς ἱεροπροφήτου δεξαμένη προστάγματα, εὐθέως ἀναστᾶσα εἰς τὴν πατρίδα ὥρμησεν. Ἔλαβεν δὲ τὴν πάντιμον καὶ ἱερὰν κεφαλήν, καὶ ἀπεκατέστησε τῇ ἰδίᾳ πατρίδι, καὶ τὸν αὐτῆς παῖδα παρὰ τὸ ἱερὸν τοῦ ἁγίου Λογγίνου λείψανον ἀπέθετο φαιδρῶς καὶ περιχαρῶς, καθὼς αὐτῇ προσέταξεν ὁ ἅγιος Λογγῖνος, ἐν κώμῃ λεγομένῃ Σανδράλις-ἐκεῖθεν γὰρ ἦν ὁ ἅγιος Λογγῖνος-, πρὸς ἑαυτὴν ἀναφωνοῦσα καὶ λέγουσα ἐν τῇ καρδίᾳ καὶ τῇ γλώττῃ κηρύττουσα· «Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὀφθαλμοὺς ἐζήτουν σαρκός, σὺν αὐτοῖς δὲ καὶ τοὺς τοῦ πνεύματος ἔλαβον. Ἐλύπει με ζημία τέκνου, ἀλλ' ἰδοὺ τὸν κληρονόμον ἔχω μετὰ δόξης βασιλικῆς τῷ θεῷ παριστάμενον. Πορφυροφόρον τὸν νεανίαν ὁρῶ, πολυευπρεπῆ κατοπτεύω τὸν μείρακα. Ἀστεροπρόσωπος ὁ παῖς καὶ τῇ μητρὶ προσγελῶν καὶ παρὰ τὴν πλευρὰν Λογγίνου ἀστράπτων ὡς ἑωσφόρος παρὰ τὴν ἡλιακὴν ἀκτῖνα, πολλάκις μὲν νύκτωρ, πολλάκις δὲ μεθ' ἡμέραν φαινόμενος, καὶ οὐ κατ' ὄναρ μόνον, ἀλλὰ μὴν καὶ φανερῶς ἐμφανίζεταί μοι μαρτύρων τρόπῳ. Κλῆρος δὲ αὐτοῦ μετὰ προφητῶν, καίτοι βίον τῶν προφητῶν οὐ ζήσαντος, καὶ μετὰ Λογγίνου σταυροφορεῖ, καὶ τὸ σεμνὸν τῆς τῶν οὐρανῶν βασιλείας ἐπιφέρεται τρόπαιον, καὶ μεταξὺ ἀγγέλων κηρύττει, καὶ μέσον τοῦ δήμου τῶν ἀρχαγγέλων κέκραγεν ὡς Λογγίνου μαθητὴς ὅσα τὰ σεραφὶμ Λογγίνῳ παραχωρεῖ δοξάζειν καὶ οὐκ ἀντικρούει τὰ χερουβὶμ ὑμνολογοῦντι, φθέγγεται καὶ αὐτὸς φωνὴν ἱεράν, ὑμνολόγον, τροπαιοῦχον, μυστικήν, ἐπινίκιον· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος» καὶ ἔστι καὶ ἔσται· ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ἔχει καὶ εἰς αἰῶνας ἕξει. Αὐτὸς παλαιοῖ τοὺς αἰῶνας, μένει δὲ αὐτὸς ἀπαλαίωτος· ἡ γὰρ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

16 Ἐγὼ Ἡσύχιος πρεσβύτερος Ἱεροσολύμων πολλὰ ἐρευνήσας μετὰ πολλοῦ καμάτου ἠδυνήθην εὑρεῖν τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ εἰπόντος «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος», τὸ μαρτύριον· εὗρον δὲ αὐτὸ ἐν σχεδαρίῳ, ἐν τῇ βιβλιοθήκῃ τῆς ἁγίας Ἀναστάσεως, καὶ συνέταξα αὐτοῦ τὴν ὁμολογίαν μετὰ καὶ τοῦ ἐγκωμίου. Λοιπὸν οἱ φοβούμενοι τὸν κύριον πιστωθήτωσαν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ ἅγιος Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ ὁμολογήσας αὐτόν· οὗ τῇ πρεσβείᾳ καὶ παρακλήσει διαφυλαχθείημεν ἅπαντες, οἵ τε ἀναγινώσκοντες αὐτὸ καὶ οἱ ἀκούοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.