1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

9

ζʹ. Οὔπω οὐδένα, ἀγαπητὲ, τῶν οὐρανίων ἔλαβεν ἐπιθυμία καλῶν, καθὼς λαβεῖν χρή· ἦ γὰρ ἂν πάντα τὰ δοκοῦντα εἶναι χαλεπὰ, σκιὰν ἐνόμισε καὶ γέλωτα πολύν. Ὁ μὲν οὖν τὰ παρόντα θαυμάζων, οὐκ ἂν ἀξιωθείη τῆς τῶν μελλόντων θεωρίας ποτέ· ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος διακεῖσθαι πάντα νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν. Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ, κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενα, κἂν σφόδρα τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, καὶ πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα τὸν θόρυβον, πάντα εὐθέως ἐκεῖνα σφοδρᾷ τινι μάστιγι κατάκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς. Καὶ καθάπερ πρὸς ἀνέμου βίαν ῥαγδαίου οὐκ ἄν ποτε σταίη κόνις λεπτὴ, οὕτως οὐδὲ ἀτόπων ἐπιθυμιῶν πλῆθος κατανύξεως ῥύμην ἐμπεσοῦσαν δυνήσεται ἐνεγκεῖν, ἀλλ' ἀφανίζεται καὶ διαχεῖται τῆς κόνεως καὶ καπνοῦ θᾶττον παντός. Εἰ δὲ ὁ τῶν σωμάτων ἔρως οὕτω δουλοῦται ψυχὴν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ, τί οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκεῖθεν ἀλλοτριώσεως; Ὥσπερ γὰρ χαλεπὸν, μᾶλλον δὲ καὶ ἀδύνατον, ἀναμίξαι ὕδατι πῦρ, οὕτω, οἶμαι, τρυφὴν καὶ κατάνυξιν εἰς ταυτὸ συναγαγεῖν· ἐναντία γὰρ ταῦτα, καὶ ἀλλήλων εἰσὶν ἀναιρετικά. Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παραφορᾶς· καὶ ἡ μὲν κούφην καὶ ὑπόπτερον ἐργάζεται τὴν ψυχὴν, ἡ δὲ αὐτὴν μολίβδου παντὸς βαρυτέραν καθίστησι. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν ἐμαυτοῦ λόγων, ἀλλ' ἀπ' αὐτοῦ τοῦ κατασχεθέντος τῇ ἐπιθυμίᾳ ταύτῃ τῇ καλῇ παραστῆσαι πειράσομαι. Τίς οὖν οὗτός ἐστιν; Ὁ διάπυρος ἐραστὴς τοῦ Χριστοῦ Παῦλος, ὃς οὕτως ἐτρώθη τούτῳ τῷ πόθῳ, ὥστε στένειν μὲν ἐπὶ τῇ μελλήσει καὶ διατριβῇ τῆς ἐνθένδε ἀποδημίας· Καὶ γὰρ οἱ ὄντες, φησὶν, ἐν τῷ σκήνει τούτῳ στενάζομεν· ἐπόθει δὲ καὶ ἐβούλετο ἔτι μένειν ἐνθάδε διὰ τὸν Χριστόν. Τὸ γὰρ ἐπιμένειν με, φησὶ, τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς· τουτέστιν, ἵνα ἐπιδοθῇ ἡ πίστις ἡ εἰς τὸν Χριστόν. ∆ιὰ τοῦτο καὶ λιμὸν καὶ δίψαν καὶ γυμνότητα καὶ δεσμὰ καὶ θανάτους καὶ διαποντίους ἀποδημίας καὶ ναυάγια καὶ τὰ ἄλλα πάντα, ἃ κατέλεξε, ἔφερε, καὶ οὐ μόνον οὐκ ἐβαρύνετο τούτοις, ἀλλὰ καὶ ἔχαιρε· τὸ δὲ αἴτιον ἦν ἡ ἀγάπη τοῦ 47.405 Χριστοῦ. ∆ιὸ καὶ ἔλεγεν· Ἐν τούτοις γὰρ, φησὶ, πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Καὶ μὴ θαυμάσῃς· εἰ γὰρ ἀνθρώπων φιλία θανάτου πολλάκις κατατολμῆσαι ἐποίησε, τί οὐκ ἂν ἐργάσαιτο ἡ τοῦ Χριστοῦ; ποίαν δυσχέρειαν οὐκ ἂν ἐξευμαρίσειεν; Οὕτως ἐκείνῳ πάντα φορητὰ ἦν πρὸς τὸν ποθούμενον ὁρῶντι μόνον, καὶ τὸ δι' ἐκεῖνον ἅπαντα πάσχειν, πάσης ἡδονῆς καὶ ἀπολαύσεως ἡγουμένῳ μεῖζον, ὥσπερ οὖν καὶ ἔστιν. Οὐδὲ γὰρ ἐνόμιζεν εἶναι ἐν τῇ γῇ, οὐδὲ ἐν τῷ παρόντι βίῳ, οὐδὲ μετὰ ἀνθρώπων στρέφεσθαι, ἀλλ' ὡς ἤδη τὴν οὐράνιον λῆξιν ἔχων, καὶ μετὰ ἀγγέλων πολιτευόμενος, καὶ τὴν βασιλείαν ἀπολαβὼν, καὶ πρόσωπον πρὸς πρόσωπον ἀπολαύων, οὕτω κατεφρόνει τῶν ἐν τῷ παρόντι ἡδέων τε καὶ λυπηρῶν, καὶ ἀναπαύσεως αὐτῷ λόγος οὐδεὶς ἦν, ὃ συνεχῶς ἐπιζητεῖται παρ' ἡμῶν, ἀλλὰ ἐβόα λέγων· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Καὶ πάλιν, Ὡσπερεὶ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καθάπαξ γὰρ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς στρέψας εἰς τὸν οὐρανὸν, καὶ τὸ ἐκεῖ κάλλος καταπλαγεὶς, οὐκ ἠνέσχετο πρὸς τὴν γῆν ὑποστρέψαι πάλιν· ἀλλ' ὥσπερ τις πτωχὸς καὶ πένης ἐν οἰκίσκῳ γνοφώδει καὶ ταπεινῷ τὸν ἅπαντα χρόνον κατακλεισθεὶς, ἐπὰν ἴδῃ βασιλέα χρυσῷ τε πολλῷ καὶ λίθων ἀστραπαῖς ἀποστίλβοντα, οὐκ ἂν ἕλοιτο λοιπὸν οὐδὲ εἰς νοῦν τὴν τῆς οἰκείας πτωχείας οἰκίαν λαβεῖν, ἀλλ' ἅπαντα πραγματεύσεται ὑπὲρ τοῦ μεταστῆναι πρὸς