1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

10

ἐκείνην τὴν οἴκησιν, ἂν ἐξῆ· οὕτω καὶ ὁ μακάριος ἐκεῖνος κατοπτεύσας τὰ ἐν τοῖς οὐρανοῖς, κατεφρόνει τῆς ἐνθάδε πενίας, καὶ τοῖς ἀνθρώποις διὰ τὴν τοῦ σώματος ἀνάγκην συναναστρεφόμενος, πρὸς οὐδὲν τῶν ἐνθάδε ἐπεστρέφετο, ἀλλ' ὅλον ἑαυτὸν πρὸς τὴν πόλιν ἐκείνην μετέθηκε. Καὶ τί λέγω τὰ ἐν τῷ παρόντι βίῳ λυπηρά; τοσοῦτον ἐπένευσεν εἰς αὐτὸν ὁ τοῦ Χριστοῦ πόθος, ὡς εἴ γε προέκειτο καὶ τὰς ἀθανάτους κολάσεις ἐκείνας ὑπενεγκεῖν ἕνεκεν τοῦ Χριστοῦ, μηδ' ἂν τοῦτο παραιτήσασθαί ποτε. Οὐ γὰρ ὥσπερ ἡμεῖς οἱ μισθωτοὶ γέενναν δεδοικότες, καὶ τῆς βασιλείας ἐφιέμενοι, οὕτω κἀκεῖνος ἐδούλευε τῷ Χριστῷ, ἀλλ' ἑτέρῳ τινὶ πολλῷ τούτου βελτίονι καὶ μακαρίῳ πόθῳ ληφθεὶς, ἔπασχέ τε καὶ ἔπραττεν ἅπαντα δι' ἕτερον μὲν οὐδὲν, ἵνα δὲ παραμυθήσηται τὸν ἔρωτα μόνον, ὃν εἶχεν εἰς τὸν Χριστόν· ὃς οὕτως αὐτοῦ κατὰ κράτος εἷλε τὸν λογισμὸν, ὡς καὶ ὃ πάντων αὐτῷ τιμιώτερον ἦν, τὸ συνεῖναι τῷ Χριστῷ λέγω, ὑπὲρ οὗ καὶ γεέννης κατεφρόνησε καὶ βασιλείας οὐρανῶν, καὶ τούτου πάλιν ἀλλοτριωθῆναι ἑκὼν, ἑλόμενος διὰ τὸν Χριστὸν καὶ τὴν ἄφατον ἔκπτωσιν, ὡς ἕν τι τῶν εὐκταιοτάτων, ἀσπάζεσθαι καὶ μετὰ πολλῆς ἑλέσθαι τῆς προθυμίας.

ηʹ. Καὶ τάχα νῦν μὲν ἀσαφὲς εἶναι δοκεῖ πολλοῖς τὸ λεχθέν· ὅταν δὲ αὐτὸ σαφέστερον εἴπω, τότε πάλιν ἄπιστον εἶναι δόξει τούτοις, οἷς πρότερον ἦν ἀσαφές. Καὶ οὐδὲν θαυμαστόν· καὶ γὰρ καὶ ὁ μακάριος ἐκεῖνος προσδοκήσας ἀπιστηθήσεσθαι περὶ τούτων, διὰ τοῦτο προλαβὼν ἔλεγεν· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύ 47.406 δομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ. Καὶ ὅμως τοσαῦτα τῷ λόγῳ προσθεὶς, καὶ μάρτυρας αὐτοῦ τῆς συνειδήσεως καλέσας τοιούτους, ἀπιστεῖται καὶ νῦν ἔτι. Τί τοίνυν τοῦτό ἐστιν ὅ φησιν; Ἄκουε. ∆ιαλεχθεὶς περὶ τῶν ἐν τῷ κόσμῳ τούτῳ δεινῶν, καὶ εἰπὼν, ὅτι Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάντα διελθὼν τὰ ἐπὶ τῆς γῆς, ἄνεισιν εἰς τὸν οὐρανὸν, καὶ δεῖξαι βουλόμενος, ὅτι οὐδὲν μέγα τῶν ἐνταῦθα κολαστηρίων καταφρονεῖν διὰ τὸν Χριστὸν, ἐπήγαγεν, ὅτι Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον ἄνθρωποι οὐ δυνήσονται ταύτης διασπάσαι με τῆς φιλίας, ἀλλ' οὐδὲ ἄγγελοι, οὐδ' ἂν εἰ πᾶσα. τῶν οὐρανίων συνέλθοιεν εἰς ταυτὸ δυνάμεις, τοῦτο ἰσχύσουσι. Τί λέγω; οὐδ' ἂν βασιλείας ἐκπεσεῖν δέῃ, οὐδ' ἂν εἰς γέενναν ἐμπεσεῖν διὰ τὸν Χριστὸν, οὐδὲ τοῦτό μοι φοβερόν. Τὸ γὰρ ὕψωμα καὶ βάθος, καὶ ζωὴ καὶ θάνατος, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀγγέλων ἐπιχειρησόντων αὐτὸν διαστῆσαι τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰ μηδόλως ἐκβησόμενά ποτε ὑποτίθεται τῷ λόγῳ, ἵνα δυνηθῇ τὸν πολὺν πόθον, ὃν εἶχε, παραστῆσαι καὶ ποιῆσαι κατάδηλον ἅπασι. Τοιοῦτον γὰρ τὸ τῶν φιλούντων ἔθος ἐστίν· οὐ στέγουσι σιγῇ κατέχειν τὸν ἔρωτα, ἀλλ' εἰς τοὺς ἐπιτηδείους ἅπαντας τὴν φλόγα ἐκφέρουσι, τῷ συνεχῶς διηγεῖσθαι τοῦ πόθου τὴν ὑπερβολὴν διαναπαύοντες αὐτῶν τὴν ψυχήν. Ὅπερ οὖν καὶ ὁ μακάριος ἐκεῖνος τότε ἐποίησε· καὶ πάντα τῷ λόγῳ περιλαβὼν, τὰ ὄντα, τὰ ἐσόμενα, τὰ συμβάντα, τὰ μηδέποτε συμβησόμενα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ πᾶσαν κόλασιν, καὶ πᾶσαν ἀνάπαυσιν, ὥσπερ οὐκ ἀρκούντων τούτων αὐτῷ πρὸς τὴν τοῦ πάθους παράστασιν, ἕτερα τοσαῦτα πάλιν οὐχ ὑφεστῶτα ὑποστησάμενος τῷ λόγῳ καὶ θεὶς (τὸ γὰρ, Κτίσις ἑτέρα, τῶν οὐχ ὑφεστώτων ἐστὶν), οὕτως ἐπήγαγε, δηλῶν ὅτι πάντων τῶν εἰρημένων οὐδὲν ἡμᾶς χωρίσαι δυνήσεται τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καὶ ἐκεῖνος μὲν πρὸς τοσοῦτον ὕψος τὸν ἑαυτοῦ πόθον ἀνῆψεν· ἡμεῖς δὲ οἱ κελευσθέντες εἶναι αὐτοῦ μιμηταὶ, οὐδὲ τὰς ἐνθάδε θλίψεις φέρομεν εὐχερῶς, ἀλλὰ ἀλύομεν καὶ δυσανασχετοῦμεν τῶν πυρεττόντων οὐκ ἔλαττον. Ἡ γὰρ μακρὰ αὕτη νόσος, ἡ καταλαβοῦσα τὰς ἡμετέρας