1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι πολλὰς δυνάμεις ἐποιήσαμεν; Καὶ ἐρῶ αὑτοῖς· Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐδέποτε ἔγνων ὑμᾶς. ∆ιὰ τοῦτο καὶ τοῖς μαθηταῖς παρῄνει λέγων· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Πολιτεία μὲν γὰρ ὀρθὴ καὶ τούτων χωρὶς ἀπολήψεται τοὺς στεφάνους, καὶ οὐδὲν ἔλαττον ἕξει παρὰ τοῦτο τότε· βίος δὲ παράνομος οὐδὲ μετὰ σημείων δυνήσεται τὴν κόλασιν ἐκφυγεῖν. Ὥστε περιττὸς ἡμῖν ὁ λόγος οὗτός ἐστιν, οὗ περιττὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνος, καὶ πολλοῖς τῶν αἱρετικῶν παρέχων λαβάς. Εἰ γὰρ μὴ διὰ τὴν οἰκείαν ἐκεῖνοι προαίρεσιν οὕτως ἐγένοντο θαυμαστοὶ, ἀλλὰ διὰ τὴν τοῦ Χριστοῦ χάριν μόνον, τί τὸ κωλύον ἅπαντας τοιούτους γενέσθαι; Ἡ γὰρ χάρις εἰ μὴ τὰ παρ' ἡμῶν πρότερον ἐζήτει, ἀθρόως ἂν εἰς τὰς ἁπάντων ἐξεχύθη ψυχάς· οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεός· ἐπειδὴ δὲ τὰ παρ' ἡμῶν ζητεῖ, διὰ τοῦτο τοῖς μὲν ἕπεται καὶ παραμένει, τῶν δὲ ἀφίπταται, εἰς δὲ τοὺς λοιποὺς οὐδὲ τὴν ἀρχὴν καθικνεῖται. Ὅτι δὲ προαίρεσιν πρότερον ἐξετάσας, οὕτω τὴν χάριν ἔδωκεν ὁ Θεὸς πρὶν ἤ τι θαυμαστὸν ἐπιδείξασθαι τὸν μακάριον ἐκεῖνον, ἄκουσον τί περὶ αὐτοῦ φησι· Σκεῦος ἐκλογῆς μοί ἐστι, τοῦ βαστάσαι τὸ ὄνομα μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, καὶ παντὸς γένους Ἰσραήλ. Ταῦτα οὔπω τῆς χάριτος παρούσης ἐμαρτύρησεν ὁ τὰς καρδίας ἐμβατεύων ἡμῶν. Μὴ δὴ σφάλλωμεν ἑαυτοὺς, ἀγαπητοὶ, ἀδύνατον εἶναι λέγοντες γενέσθαι κατὰ Παῦλόν τινα. Τῆς μὲν γὰρ χάριτος καὶ τῶν σημείων ἕνεκεν οὐκέτι Παῦλος ἕτερος ἔσται λοιπὸν, τῆς δὲ ἀκριβείας τοῦ βίου, τῶν βουλομένων ἕκαστος τοιοῦτος γένοιτ' ἄν· εἰ δὲ μὴ εἰσὶ, παρὰ τὸ μὴ βούλεσθαι μόνον. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τοῦτο ἀλογίας ἐξέπεσον, κατὰ Παῦλον ζητῶν τινας τῶν νῦν, οὐδὲ κατὰ τοὺς τρίτους ἢ τοὺς τετάρτους μετ' ἐκεῖνον δυνάμενος ἰδεῖν. ∆ιὰ ταῦτα πενθεῖν δὴ χρὴ καὶ δακρύειν καὶ ὀδύρεσθαι, οὐ μίαν οὐδὲ δευτέραν ἡμέραν μόνον, ἀλλὰ τὸν βίον ἅπαντα· εἰ γάρ τις εἰς ταύτην τὴν ἕξιν καταστήσειεν ἑαυτὸν, δυσκόλως ἁμαρτήσεται τοῦ λοιποῦ. Καὶ εἰ διαπιστεῖς τῷ λόγῳ, τοὺς πενθοῦντας ἐξέτασον, πένθη λέγω τὰ κοσμικὰ, μὴ τούτων τινὰ τῶν πολλῶν καὶ τὸν ἐπίπονον ζώντων βίον, ἀλλ' ἐκείνων τῶν ἁβρῶν, καὶ οὐδὲν ἕτερον εἰδότων ἢ τρυφᾷν. Οὗτοι γὰρ, οὗτοι οἱ μεθύειν μελετῶντες καὶ γαστρίζεσθαι, οἱ τὰ μὲν ἄριστα συντελοῦντες μέχρις ἑσπέρας, τὰ δὲ δεῖπνα εἰς μέσας νύκτας ἐκτείνοντες, οἱ τὰ τῶν ἄλλων ἁρπάζοντες, καὶ οὔτε χήρας, οὔτε πένητος, οὔτε ἀδυνάτου φειδόμενοι, οἱ πολλὴν ὠμότητα ἐπιδεικνύμενοι, εἴ ποτε πένθει ληφθεῖεν σφοδρῷ καὶ δυναμένῳ κάτωθεν ἀναστρέψαι καὶ διαταράξαι ψυχὴν, πάσας ἐκείνας τὰς βλακώδεις ἐπιθυμίας καὶ παρανόμους ἐκβαλόντες, εἰς τὸν τῶν φιλοσόφων μετατίθενται βίον, σκληραγωγίαν, ἀγρυπνίαν, χαμευνίαν, καρτερίαν, νηστείαν, σιγὴν, ἐπιείκειαν, ταπεινότητα, φιλανθρωπίαν ἐπιδεικνύμενοι πολλήν. Καίτοι γε τὰ 47.409 ἑτέρων ἁρπάζοντες καὶ τὰ ἑαυτῶν ἡδέως ἂν πρόοιντο κατ' ἐκεῖνον τὸν καιρόν· κἂν πῦρ ἀφεῖναί τις ἐθέλοι τοῖς ὑπάρχουσι μετὰ τῆς οἰκίας πάσης, οὐ παροξύνονται. Πολλοὺς δὲ ἔγωγε οἶδα, μετὰ τὴν τῶν φιλτάτων ἀποβολὴν τοὺς μὲν τὴν ἐν ἀγροῖς δίαιταν τῆς πόλεως ἐναλλαξαμένους καὶ τῶν ἐν ταύτῃ καλῶν, τοὺς δὲ παρὰ τὰ μνήματα τῶν ἀπελθόντων τὰς οἰκίας δειμαμένους, καὶ τὸν βίον ἐκεῖ καταλύσαντας. Ἀλλὰ ταῦτα μὲν ὕστερον· ἕως δ' ἂν ἀκμάζῃ τὸ πένθος, οὐδενὸς αὐτοῖς τῶν παρόντων λόγος ἐστὶν, ἀλλὰ τὴν μανίαν, ἣν περὶ τὴν ἐπιμέλειαν καὶ τὴν συλλογὴν τῶν χρημάτων εἶχον, ἣν περὶ τὴν κτῆσιν τῆς δυναστείας καὶ τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, ὥσπερ τινὰ χόρτον, ἢ καὶ ἄνθος χόρτου, τῇ φλογὶ τῆς ἀθυμίας καταφλέξαντες, ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς, καὶ πρὸς τοσαύτην τότε ἡ διάνοια φιλοσοφίαν μεθίσταται, ὡς μηδὲ μέχρι ῥημάτων ἀνασχέσθαι τινὸς τῶν κατὰ τὸν παρόντα βίον ἡδέων, ἀλλὰ πάντα τὰ πρὸς ἡδονὴν εἶναι δοκοῦντα πρότερον προσίστασθαί τε αὐτοῖς καὶ