1

 2

 3

 4

2

σκηνώμασι τῶν νεκρῶν προπομπαὶ, καὶ πρῶτος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν ταῖς οἰκίαις τῶν παρθένων ἱστουργίαι, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ. Ὢ τῶν παραδόξων πραγμάτων! πολλοὶ μήτε γραμμάτων πεῖραν τὴν ἀρχὴν εἰληφότες, ἐκμαθόντες, ὅλον τὸν ∆αυῒδ ἀποστηθίζουσιν. Ἀλλ' οὐ μόνον ἐν ταῖς πόλεσι καὶ ταῖς ἐκκλησίαις οὕτω κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ἡλικίαν ἐκλάμπει, ἀλλὰ καὶ ἐν ἀγροῖς καὶ ἐν ἐρημίαις καὶ εἰς τὴν ἀοίκητον γῆν μετὰ πλείονος τῆς σπουδῆς χοροστασίας ἱερὰς ἀνεγείρει τῷ Θεῷ. Ἐν μοναστηρίοις χορὸς ἅγιος ταγμάτων ἀγγελικῶν, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν ἀσκητηρίοις παρθένων ἀγέλαι τῶν τὴν Μαριὰμ 64.13 μιμουμένων, καὶ πρῶτος, καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν ἐρημίαις ἄνδρες ἐσταυρωμένοι προσομιλοῦντες τῷ Θεῷ, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ. Καὶ πάντες μὲν ἄνθρωποι τῷ φυσικῷ τῆς νυκτὸς ὕπνῳ τυραννούμενοι, πρὸς βάθος καθέλκονται· καὶ ∆αυῒδ μόνος ἐφίσταται, καὶ τοὺς τοῦ Θεοῦ δούλους εἰς ἀγγελικὰς παννυχίδας διεγείρει, τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ τοὺς ἀνθρώπους ἰσαγγέλους ποιῶν, τὸν ἡμέτερον βίον κατὰ πάντα διακοσμῶν, καὶ τοῖς πᾶσι τὰ πάντα γινόμενος, καὶ διὰ πάντων τὸν ἡμέτερον βίον ἀγγελικὸν ἐργαζόμενος· παιδίοις συναυξανόμενος, νεωτέρους εἰς σύνεσιν προσκαλούμενος, παρθένοις σωφροσύνην χαριζόμενος, πρεσβυτέροις ἀσφάλειαν δωρούμενος, τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν προσκαλούμενος καὶ λέγων· Ἐξομολογεῖσθε τῷ Θεῷ, ὅτι ἀγαθός· τοὺς κατορθώσαντας ἐκ μετανοίας ἀσφαλιζόμενος καὶ λέγων· Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· τοὺς τὰς εὐεργεσίας δεξαμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; τοὺς πολλάκις ἁμαρτάνοντας εἰς ἐξομολόγησιν ἀνακαλούμενος καὶ λέγων· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; τοὺς ἐπιζητοῦντας ἐλεημοσύνην παρὰ τοῦ Θεοῦ διδάσκων καὶ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· τοὺς κληθέντας εἰς ἱερωσύνην ἀσφαλιζόμενος καὶ λέγων· Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου· τοὺς εἰς δικαστήριον ἑλκομένους διδάσκων καὶ λέγων· Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων· τοὺς φοβουμένους ἐχθρῶν ἐπανάστασιν νουθετῶν καὶ λέγων· Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός· τοὺς ὑπομένοντας καὶ εὐεργετουμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Ὢ μεγάλης κιθάρας, τὰς ψυχὰς τῶν ἀνθρώπων τῆς οἰκουμένης, ὥσπερ νευράς τινας, εἰς μίαν ἐξομολογίαν ἀνακρουομένης! Καὶ πῶς ὁ τοιοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἤθη τῶν ἀνθρώπων διακοσμῶν, καὶ τοὺς λόγους τῶν ἐγκωμίων ὑπερνικῶν, ὁ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς συστησάμενος, καὶ τῇ τῶν ἀγγέλων εὐφημίᾳ κατ' οὐρανὸν στεφανούμενος· πῶς συνεχωρήθη τὰ δύο κεφάλαια τῶν ἁμαρτημάτων ἐξολισθῆσαι; Τὰ γὰρ κεφάλαια τῶν ἁμαρτημάτων, Οὐ φονεύσεις, οὐ μοιχεύσεις· καὶ πρὸς τὰ δύο ταῦτα κεφάλαια τῶν ἁμαρτημάτων συνεχωρήθη κατενεχθῆναι. ∆ιὰ τοῦτο πολλάκις κατ' ἐμαυτὸν γενόμενος, καὶ ταῦτα λογισάμενος ἐξέστην τῇ διανοίᾳ· καὶ καθάπερ πλοῖον ἐν πελάγει τοῦ κυβερνήτου χωρὶς ὧδε κἀκεῖ περιφερόμενον τοῖς κύμασι κλυδωνίζεται, οὕτως ἐσαλεύθη μου πολλάκις ὁ λογισμὸς ταῖς τρικυμίαις, διανοουμένου καὶ λέγοντος· Πῶς ὁ τοσούτοις ἀγαθοῖς κατακεκοσμημένος ἀνὴρ, ὁ βασιλεὺς καὶ προφήτης, ὁ τοῦ Χριστοῦ δοῦλος καὶ πατήρ· δοῦλος κατὰ φύσιν, πατὴρ κατὰ σάρκα· Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυΐδ· ὁ ταῖς ἀρεταῖς μᾶλλον ἢ τῷ διαδήματι κατακοσμούμενος· ὁ τὴν ἁλουργίδα περιβεβλημένος, καὶ ταπεινοφροσύνην ἠμφιεσμένος καὶ λέγων· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ· εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον· ὁ τοὺς τῆς ἀνεξικακίας ὅρους στεφανώσας καὶ λέγων· Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς