1

 2

 3

 4

4

Οὕτως ἐὰν ἀπογνῷ τις τῆς ἁμαρτίας, ὅτι οὐκ ἔστι τῷ μετανοοῦντι σωτηρία, εἰς μείζονα κακὰ ἑαυτὸν ὠθεῖ. ∆ιὰ τοῦτο, ἐὰν ἐννοήσῃς ὅτι καὶ τῶν ἄκρων ἁμαρτημάτων, φόνου καὶ μοιχείας, γέγονε θεραπεία καὶ ἴασις πρὸς τὸν προφήτην, κἂν μυριάκις ἁμαρτάνῃς, εἰς ἐξομολόγησιν ἑαυτὸν παραδῷς. Τοῦτο δὲ λέγω, οὐ προτρεπόμενος εἰς τὸ ἁμαρτάνειν, ἀλλὰ τοὺς ἁμαρτάνοντας εἰς ἐξομολόγησιν προσκαλούμενος· ἐπειδὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ἐξαλείφει. Τί γὰρ μεῖζον φόνου καὶ μοιχείας; καὶ ὅμως ἄκουσον τοῦ Προφήτου λέγοντος, αὐτοῦ τοῦ ἁμαρτήσαντος· Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.

∆ιὰ τοῦτο καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ὁ Χριστὸς ἐπιδημήσας συνεχώρησεν· τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, τὸν τελώνην εὐαγγελιστὴν εἰργάσατο, τὸν ὑβριστὴν καὶ 64.15 βλάσφημον Παῦλον ἀπόστολον τῆς οἰκουμένης πεποίηκεν, ἵνα καὶ σὺ μὴ ἀπογνῷς ἁμαρτάνων, ἀλλ' ἐξομολογούμενος τὴν θεραπείαν ὑποδέξῃ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἰδοὺ δεύτερον αἴτιον· λάβε καὶ τὸ τρίτον. Ἔμελλεν ὁ Σωτὴρ ἡμῶν ἐπιδημεῖν κατὰ τὴν ἔνσαρκον αὑτοῦ παρουσίαν, καὶ τὸ φύραμα τῆς ἡμετέρας σαρκὸς ἀναλαμβάνειν, καὶ μετὰ τῶν ἀνθρώπων συναναστρέφεσθαι· ἀλλ' ἐπειδὴ Θεὸς ἦν καὶ μόνος ἀναμάρτητος, συνεχώρησε τοῖς δικαίοις, κατὰ τὴν οἰκείαν προαίρεσιν ἀνθρωπίνοις σφάλμασι περιπεσεῖν· οὐκ αὐτὸς εἰς αὐτὴν αὐτοὺς καλέσας τὴν ἁμαρτίαν, ἀλλὰ προαιρέσει συγχωρήσας ὁδεύειν κατὰ τὸν ἴδιον σκοπόν. Οὕτω γοῦν καὶ Ἀβραὰμ ἥμαρτεν ἀπιστήσας, καὶ διὰ τοῦτο τιμωρίαν ἐδέξατο παρὰ τοῦ Θεοῦ· Καὶ δουλεύσει τὸ σπέρμα σου ἔτη τετρακόσια. Καὶ πάλιν ὁ Μωϋσῆς, μὴ δοξάσας τὸν Θεὸν, ὅτε τὸ ὕδωρ ἐκ πέτρας τοῖς ἀχαρίστοις ἐδωρήσατο· καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὁ Θεός· Καὶ ἴδῃς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὐκ εἰσελεύσῃ ἐν αὐτῇ. Οὕτω καὶ τούτῳ συνεχώρησεν εἰς ἁμαρτίαν ἐμπεσεῖν, ἵνα μόνος αὐτὸς ἐν ἀνθρωπίνῳ σώ 64.16 ματι ἀναμάρτητος εὑρεθῇ. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ∆αυῒδ, ὅτε λοιπὸν εἰς τὴν ἐξομολόγησιν ἦλθε τοῦ ἁμαρτήματος, τοῦτο ἔλεγε τῷ Θεῷ· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. ∆ιὰ τί; Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἐν τῷ τὴν ἡμέραν ἐκείνην ἐλθεῖν φησίν· ἐκεῖ φανῆναι ἡμέτερον φύραμα, καθήμενον ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ· Κάθου γὰρ ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐν ἐκείνῃ τοίνυν τῇ ἡμέρᾳ φανεῖται καὶ τὸ σῶμα, ὅπερ ἀνέλαβεν ἐκ τῆς ἡμετέρας φύσεως, ἀνθρώπων εἰσπραττομένων. Ἄνω σῶμα καὶ κάτω σῶμα· Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν. Ἀλλὰ τὸ μὲν ἁμαρτίαις βεβαρημένον, τοῦτ' ἔστι τὸ ἡμέτερον· τὸ δὲ ἁμαρτίαν μὴ πεποιηκὸς, ἀλλὰ τὰς δίκας τῶν ἁμαρτημάτων εἰσπραττόμενον θεῖόν ἐστι. ∆ιὰ τοῦτο Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Πῶς; Ἐπειδήπερ, ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.